Dialectica Recensio brevior
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1.1
Περὶ τῆς ἐν τῷ τί ἐστι κατηγορίας καὶ τῆς ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορίας. Ἄλλο ἐστὶν ἡ ἐν τῷ τί ἐστι κατηγορία καὶ ἄλλο ἡ ἐν τῷ ὁποῖόν τί ἐστι· καὶ ἡ ἐν τῷ τί ἐστι μέν, ὅτε ἐρωτώμενοι «τί ἐστιν ἄνθρωπος» λέγομεν «ζῷον»· ἐν δὲ τῷ ὁποῖόν τί ἐστιν, ὅτε ἐρωτώμενοι «ὁποῖον ζῷον» φαμὲν «λογικὸν θνητόν». Ὥστε τὸ μὲν γένος καὶ τὸ εἶδος ἐν τῷ τί ἐστι κατηγορεῖται, ἡ δὲ διαφορὰ ἥ τε οὐσιώδης καὶ ἡ ἐπουσιώδης ἤγουν τὸ συμβεβηκὸς καὶ τὸ ἴδιον ἐν τῷ ὁποῖόν τί ἐστι κατηγοροῦνται. Ἡ δὲ ὑπόστασις οὐδὲ τί ἐστι δηλοῖ οὐδὲ ὁποῖόν τί ἐστιν, ἀλλὰ τίς ἐστιν· ἐρωτώμενοι γὰρ «τίς ἐστιν οὗτος» λέγομεν «Πέτρος». Εἶτα ἐρωτώμενοι «τί ἐστι Πέτρος» λέγομεν «ἄνθρωπος». Πάλιν ἐρωτώμενοι «ὁποῖος ἄνθρωπος» λέγομεν «μακρὸς τυχὸν ἢ κολοβός». Χρὴ δὲ γινώσκειν, ὅτι τὰ φύσει διαφέροντα ἄλλο καὶ ἄλλο λέγονται. Λέγομεν γάρ· Ἄλλο ἐστὶν ἄνθρωπος καὶ ἄλλο ἵππος, ἄλλο δὲ κατὰ φύσιν· καὶ γὰρ ἕτερον εἶδος τοῦ ἀνθρώπου καὶ ἄλλο τοῦ ἵππου. Τὰ δὲ ἀριθμῷ διαφέροντα ἤγουν αἱ ὑποστάσεις ἄλλος καὶ ἄλλος λέγονται. Λέγομεν γάρ, ὅτι ἄλλος ἐστὶν ὁ Πέτρος καὶ ἄλλος ὁ Παῦλος. Οὐ δυνάμεθα δὲ εἰπεῖν, ὅτι ἄλλο ἐστὶ Πέτρος καὶ ἄλλο Παῦλος, ἐπεὶ ψευδόμεθα· ἓν γάρ εἰσι τῇ φύσει, οὔκ εἰσι δὲ εἷς τῷ ἀριθμῷ. Δεῖ δὲ γινώσκειν, ὅτι ἡ μὲν οὐσία ἄλλο καλεῖται, ὁμοίως καὶ αἱ οὐσιώδεις διαφοραί, τὸ δὲ συμβεβηκὸς ἀλλοῖον, διότι αἱ μὲν οὐσιώδεις διαφοραὶ περὶ τὸ εἶδος ἤγουν περὶ τὴν φύσιν θεωροῦνται καὶ ταύτην συνιστῶσι, τὸ δὲ συμβεβηκὸς περὶ τὸ ἄτομον· συστατικὰ γὰρ τῆς ὑποστάσεως τὰ συμβεβηκότα. Ἄλλο οὖν ἐστιν ἄνθρωπος καὶ ἄλλο ἵππος, ἀλλοῖος δὲ καὶ ἄλλος ὁ Πέτρος καὶ ἀλλοῖος καὶ ἄλλος ὁ Παῦλος. Πᾶσα δὲ διαφορὰ οὐσιώδης τε καὶ ἐπουσιώδης ἑτεροῖον ποιεῖ· τὸ γὰρ ἑτεροῖον σημαίνει καὶ τὸ ἄλλο καὶ τὸ ἀλλοῖον. Καὶ ἡ μὲν φύσις τὸ τί σημαίνει, ἡ δὲ ὑπόστασις τὸν τινὰ καὶ τόδε τι. Πᾶσα δὲ διαφορὰ ὁποῖόν ἐστιν.