Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Dialectica Recensio fusior
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
138.1.1
ς) (ῃ. ι. 125– 127) Ἵνα οὖν σαφέστερον ᾖ τὸ λεγόμενον, οὕτως εἴπωμεν· Ὄν ἐστι πρᾶγμα αὐθύπαρκτον καὶ μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν ἢ τὸ μὴ καθ' ἑαυτὸ δυνάμενον εἶναι ἀλλ' ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν. Οὐσία δέ ἐστι πρᾶγμα αὐθύπαρκτον καὶ μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν μόνον. Ἰδοὺ οὐκ ἐδέξατο ἡ οὐσία ὅλον τὸν ὁρισμὸν τοῦ ὄντος. Ὥστε τὸ ὂν οὐκ ἔστι γένος τῆς οὐσίας οὔτε ἡ οὐσία εἶδος τοῦ ὄντος· τὸ γὰρ εἶδος ὅλον ἀπαραλείπτως τὸν ὁρισμὸν τοῦ γένους αὐτοῦ δέχεται. Ἀλλ' οὐδὲ τὸ συμβεβηκός ἐστιν εἶδος τοῦ ὄντος. Οὐδὲ γὰρ δέχεται ὅλον τὸν ὁρισμὸν αὐτοῦ ἀλλὰ τὸ ἥμισυ. Συμβεβηκὸς γάρ ἐστι πρᾶγμα τὸ μὴ καθ' ἑαυτὸ δυνάμενον εἶναι ἀλλ' ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν μόνον. Ἰδοὺ οὔτε ἡ οὐσία δέχεται ὅλον τὸν ὁρισμὸν τοῦ ὄντος οὔτε τὸ συμβεβηκός, ἀλλ' ἡ μὲν οὐσία τὸ ἥμισυ καὶ τὸ συμβεβηκὸς τὸ ἄλλο ἥμισυ. Ὥστε εἰ καὶ τέμνεται τὸ ὂν εἰς οὐσίαν καὶ συμβεβηκός, ἀλλ' οὐκ ἔστι γένος αὐτῶν. Ἡ οὐσία δὲ τέμνεται εἰς σῶμα καὶ ἀσώματον. Ἰδοὺ τὸ σῶμα καὶ τὸ ἀσώματον εἴδη εἰσὶ τῆς οὐσίας· ἕκαστον γὰρ αὐτῶν καὶ τὸ ὄνομα καὶ τέλειον τὸν ὅρον τῆς οὐσίας ἐπιδέχεται. Ὥστε ἡ οὐσία οὐκ ἔστιν εἶδος μὴ ἔχουσα ἐπάνω αὐτῆς γένος, ἀλλ' αὐτή ἐστι πρῶτον καὶ γενικώτατον γένος. (ῃ. ς. 128– 131) Πάλιν τὸ σῶμα τέμνεται εἰς ἔμψυχον καὶ ἄψυχον· ἰδοὺ πάλιν τὸ σῶμα εἶδος ὂν τῆς οὐσίας γένος ἐστὶ τοῦ ἐμψύχου καὶ τοῦ ἀψύχου. Τὸ ἔμψυχον πάλιν διαιρεῖται εἰς αἰσθητικὸν καὶ ἀναίσθητον. Αἰσθητικὸν μὲν οὖν ἐστι τὸ ζῷον τὸ ζωὴν καὶ αἴσθησιν ἔχον, ἀναίσθητον δὲ τὸ φυτόν· οὐ γὰρ ἔχει αἴσθησιν. Ἔμψυχον δὲ λέγεται τὸ φυτὸν διὰ τὸ ἔχειν θρεπτικὴν καὶ αὐξητικὴν καὶ γεννητικὴν δύναμιν. Τὸ ζῷον πάλιν τέμνεται εἰς λογικὸν καὶ ἄλογον, τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον, τὸ θνητὸν εἰς ἄνθρωπον, ἵππον, βοῦν καὶ τὰ τοιαῦτα, ἅτινα οὐκέτι τέμνεται εἰς ἄλλα εἴδη ἀλλ' εἰς ἄτομα ἤγουν ὑποστάσεις· διαιρεῖται γὰρ ὁ ἄνθρωπος εἰς Πέτρον, Παῦλον, Ἰωάννην καὶ τοὺς λοιποὺς κατὰ μέρος ἀνθρώπους, οἵτινες οὔκ εἰσιν εἴδη ἀλλ' ὑποστάσεις. Τὰ γὰρ εἴδη, ὡς εἴπομεν, οὐ δέχονται τὸν ὁρισμὸν ἀλλήλων, οἷον τὸ σῶμα οὐ δέχεται τὸν ὁρισμὸν τοῦ ἀσωμά του, ὁ ἄνθρωπος οὐ δέχεται τὸν ὁρισμὸν τοῦ ἵππου· ὁ δὲ Πέτρος καὶ Παῦλος καὶ Ἰωάννης ἕνα ὅρον δέχονται, τὸν τοῦ ἀνθρώπου, ὁμοίως καὶ οἱ λοιποὶ κατὰ μέρος ἄνθρωποι, ὥστε οὔκ εἰσιν εἴδη τοῦ ἀνθρώπου ἀλλ' ἄτομα ἤγουν ὑποστάσεις. Πάλιν τὸ εἶδος τεμνόμενον μεταδίδωσι τοῖς ὑποκάτω αὐτοῦ καὶ τοῦ ὀνόματος καὶ τοῦ ὅρου. Ὁ δὲ Πέτρος τεμνόμενος εἰς ψυχὴν καὶ σῶμα οὔτε τῇ ψυχῇ οὔτε τῷ σώματι μεταδίδωσι τοῦ ὀνόματος καὶ τοῦ ὅρου· οὔτε γὰρ μόνη ἡ ψυχὴ Πέτρος οὔτε μόνον τὸ σῶμα ἀλλὰ τὸ συναμφότερον. Ἔτι πᾶσα διαίρεσις ἀπὸ γένους εἰς εἴδη γινομένη μέχρι δύο ἢ τριῶν σπανίως δὲ τεσσάρων φθάνει· ἀδύνατον γὰρ διαιρεθῆναι γένος εἰς πέντε εἴδη καὶ ἐπάνω. Ὁ δὲ ἄνθρωπος εἰς πάντας τοὺς κατὰ μέρος ἀνθρώπους διαιρεῖται, οἵτινες ἄπειροί εἰσι τῷ ἀριθμῷ. Διό τινες οὐδέ φασι λέγεσθαι διαίρεσιν τὴν ἀπὸ εἴδους εἰς ἄτομα ἀλλ' ἀπαρίθμησιν. Ὅθεν δῆλον, ὅτι οὐκ ἔστιν ὁ Πέτρος καὶ Παῦλος καὶ Ἰωάννης εἴδη ἀλλ' ἄτομα ἤγουν ὑποστάσεις. Οὔτε ὁ ἄνθρωπος γένος τοῦ Πέτρου καὶ Παύλου καὶ Ἰωάννου καὶ τῶν λοιπῶν ὑποστάσεων ἀλλ' εἶδος. Διὸ εἰδικώτατον εἶδός ἐστιν ὁ ἄνθρωπος· εἶδος γάρ ἐστι τοῦ ἐπάνω ὡς ὑπ' αὐτοῦ περιεχόμενον καὶ εἶδος τῶν ὑποκάτω ὡς περιέχον αὐτά. Τό τε γὰρ ὑπὸ γένους περιεχόμενον εἶδός ἐστι, καὶ τὸ περιέχον τὰ ἄτομα τουτέστιν ὑποστάσεις εἶδός ἐστι. Τοῦτο οὖν ἐστι τὸ εἰδικώτατον εἶδος τὸ προσεχῶς ἐπάνω τῶν ἀτόμων ὑπάρχον· ὃ καὶ ὁριζόμενοί φασι· Εἶδός ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον. Ὁμοίως καὶ ὁ ἵππος καὶ ὁ κύων καὶ τὰ τοιαῦτα εἴδη εἰσὶν εἰδικώτατα. Τὰ δὲ μεταξὺ τοῦ γενικωτάτου γένους καὶ τῶν εἰδικωτάτων εἰδῶν γένη εἰσὶν ὑπάλληλα καὶ εἴδη, εἴδη μὲν τῶν ἐπάνω γένη δὲ τῶν ὑποκάτω. Καὶ αὗταί εἰσιν αἱ οὐσιώδεις καὶ φυσικαὶ διαφοραὶ καὶ ποιότητες, αἵτινες λέγονται διαιρετικαὶ καὶ συστατικαί, διαιρετικαὶ μὲν τῶν ἐπάνω συστατικαὶ δὲ τῶν ὑποκάτω· τὸ γὰρ σῶμα καὶ τὸ ἀσώματον διαιροῦσι τὴν οὐσίαν, ὁμοίως τὸ ἔμψυχον καὶ τὸ ἄψυχον διαιροῦσι τὸ σῶμα, ὁμοίως τὸ αἰσθητικὸν καὶ τὸ ἀναίσθητον διαιροῦσι τὸ ἔμψυχον. Αὗται οὖν συνιστῶσι τὸ ζῷον. Λαμβάνω γὰρ οὐσίαν ἔμψυχον αἰσθητικὴν καὶ ποιῶ τὸ ζῷον· ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος αἰσθητική. Λαμβάνω πάλιν οὐσίαν ἄψυχον ἀναίσθητον καὶ ποιῶ τὸν λίθον. Πάλιν λαμβάνω οὐσίαν ἔμψυχον ἀναίσθητον καὶ ποιῶ φυτόν. Πάλιν τὸ λογικὸν καὶ τὸ ἄλογον τὸ ζῷον διαιροῦσι, τὸ θνητὸν καὶ ἀθάνατον διαιροῦσι τὸ λογικόν, τὸ χερσαῖον καὶ τὸ ἔνυδρον διαιροῦσι τὸ ἄλογον. Λαμβάνω τὸ ζῷον γένος ὂν τούτων καὶ τὸ λογικὸν καὶ τὸ θνητὸν καὶ συνιστῶ τὸν ἄνθρωπον· ἄνθρωπος γάρ ἐστι ζῷον λογικὸν θνητόν. Καὶ λαμβάνω τὸ ζῷον καὶ τὸ ἄλογον καὶ τὸ θνητὸν καὶ τὸ χερσαῖον καὶ συνιστῶ ἵππον, κύνα καὶ τὰ τοιαῦτα. Καὶ λαμβάνω τὸ ζῷον καὶ τὸ ἄλογον καὶ τὸ θνητὸν καὶ τὸ ἔνυδρον καὶ συνιστῶ ἰχθύν. Διαφοραὶ δὲ λέγονται οὐσιώδεις καὶ φυσικαί, ὅτι αὗται ποιοῦσι διαφέρειν εἶδος ἄλλου εἴδους καὶ φύσιν καὶ οὐσίαν ἑτέρας οὐσίας καὶ φύσεως. 11 Περὶ ἀτόμου. Τὸ ἄτομον τετραχῶς λέγεται. Ἄτομον γάρ ἐστι τὸ μὴ τεμνόμενον μηδὲ μεριζόμενον, ὡς ἡ στιγμὴ καὶ τὸ νῦν καὶ ἡ μονάς, ἅτινα καὶ ἄποσα λέγονται. Ἄτομον λέγεται καὶ τὸ δύστμητον τουτέστι τὸ δυσχερῶς τεμνόμενον ὡς ὁ ἀδάμας λίθος καὶ τὰ τοιαῦτα. Ἄτομον λέγεται καὶ τὸ εἶδος, ὅπερ οὐκέτι εἰς ἕτερα εἴδη τέμνεται ἤτοι τὸ εἰδικώτατον εἶδος ὡς ἄνθρωπος, ἵππος καὶ τὰ τοιαῦτα. Ἄτομον δὲ κυρίως λέγεται, ὅπερ τέμνεται μέν, οὐ σῴζει δὲ μετὰ τὴν τομὴν τὸ πρῶτον εἶδος, ὥσπερ Πέτρος τέμνεται εἰς ψυχὴν καὶ σῶμα, ἀλλ' οὔτε ἡ ψυχὴ καθ' αὑτήν ἐστι τέλειος ἄνθρωπος ἢ Πέτρος τέλειος οὔτε τὸ σῶμα. Περὶ τούτου τοῦ ἀτόμου παρὰ τοῖς φιλοσόφοις ὁ λόγος, ὅπερ ἐπὶ τῆς οὐσίας δηλοῖ τὴν ὑπόστασιν. 12 Περὶ διαφορᾶς. Διαφορὰ καὶ ποιότης καὶ ἰδίωμα κατὰ μὲν τὸ ὑποκείμενον ἕν εἰσιν, κατὰ δὲ τὴν ἐνέργειαν ἕτερον καὶ ἕτερον· ἡ γὰρ λογικότης λέγεται καὶ ποιότης τοῦ ἀνθρώπου καὶ ἰδίωμα καὶ διαφορά, ἀλλὰ καθ' ἕτερον καὶ ἕτερον τρόπον. Ὡς μὲν γὰρ ποιοῦσα καὶ οἱονεὶ μορφοῦσα τὴν οὐσίαν λέγεται ποιότης, εἶτα ὡς ἰδία γενομένη ταύτης τῆς οὐσίας λέγεται ἰδίωμα. Ἐν δὲ τῇ πρὸς τὸ ἄλογον συγκρίσει, βοῦν τυχὸν ἢ ἡμίονον ἢ κύνα, λέγεται διαφορά· ἐν αὐτῇ γὰρ ἄνθρωπος τῶν ἀλόγων διαφέρει. Αὕτη δὲ τριχῶς λέγεται, κοινῶς τε καὶ ἰδίως καὶ ἰδιαίτατα. Ἀδύνατον γὰρ μὴ διαφέρειν ἀλλήλων δύο τινὰ κατά τι. Ἄλλοις οὖν διαφέρει εἶδος εἴδους, καὶ ἄλλοις ὑπόστασις τῆς ὁμοειδοῦς καὶ ὁμοουσίου ὑποστάσεως καὶ ἄλλοις ὑπόστασις ἑαυτῆς. Διαφέρει μὲν γὰρ τὸ εἶδος τοῦ ἀνθρώπου τοῦ εἴδους τοῦ ἵππου κατὰ τὸ λογικὸν καὶ ἄλογον. Καὶ λέγεται τὸ λογικὸν καὶ ἄλογον οὐσιώδης διαφορά. Ὁμοίως καὶ πάντα, οἷς διαφέρει εἶδος εἴδους, φυσικὴ καὶ οὐσιώδης καὶ συστατικὴ διαφορὰ καὶ ποιότης λέγεται καὶ φυσικὸν ἰδίωμα, ὅπερ παντὶ τῷ εἴδει ἐνυπάρχει ἀπαραλλάκτως, ἥτις καλεῖται παρὰ τοῖς φιλοσόφοις ἰδιαίτατα διαφορὰ ὡς οἰκειοτέρα καὶ τῆς φύσεως παραστατική. Πάλιν διαφέρει ἄνθρωπος ἀνθρώπου ἢ ἵππος ἵππου ἢ κύων κυνός, τουτέστιν ἄτομον ὁμοειδοῦς ἀτόμου, καθὸ ὁ μέν ἐστι μακρὸς ὁ δὲ κολοβός, ὁ μὲν παλαιὸς ὁ δὲ νέος, ὁ μὲν σιμὸς ὁ δὲ γρυπός, ὁ μὲν φρόνιμος ὁ ἕτερος μωρός. Ταῦτα πάντα ἐπουσιώδεις διαφοραὶ καὶ ποιότητες λέγονται, ὅπερ ἐστὶ τὸ συμβεβηκός, περὶ οὗ ἀκολούθως ἐροῦμεν. 13 Περὶ συμβεβηκότος. Συμβεβηκός ἐστιν, ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. Καὶ πάλιν, ὃ ἐνδέχεται τῷ αὐτῷ καὶ εἶναι καὶ μὴ εἶναι· καὶ γὰρ ἐνδέχεται ἄνθρωπον καὶ λευκὸν εἶναι καὶ μὴ εἶναι λευκόν, ὁμοίως καὶ μακρὸν καὶ φρόνιμον καὶ σιμόν. Τοῦτο οὔτε παρὸν σῴζει τὸ εἶδος, οὐ γὰρ λαμβάνεται εἰς τὸν τοῦ εἴδους ὁρισμόν, οὔτε ἀπὸν φθείρει· κἂν γὰρ μὴ ᾖ ὁ Αἰθίοψ λευκός, οὐδὲν παραβλαβήσεται πρὸς τὸ εἶναι ἄνθρωπος. Γίνεται οὖν καὶ ἀπογίνεται καὶ τὴν ὑποκειμένην οὐσίαν οὐ παραβλάπτει. Ἔφημεν γάρ, ὡς ἡ οὐσία ὑποκείμενον καὶ ὕλη τίς ἐστι τῷ συμβεβηκότι. Τοῦτο τὸ συμβεβηκὸς διαιρεῖται εἰς δύο, εἰς τὴν κοινῶς λεγομένην διαφορὰν καὶ εἰς τὴν ἰδίως διαφοράν. Κοινῶς μὲν οὖν διαφορά ἐστι τὸ χωριστὸν συμβεβηκός, οἷον κάθηταί τις καὶ ἕτερος ἵσταται· ἐνδέχεται ἐν τῷ ἀναστῆναι τὸν καθήμενον καὶ καθίσαι τὸν ἱστάμενον χωρισθῆναι τὴν διαφορὰν αὐτῶν καὶ λαβεῖν ἄλλην ἀντ' ἄλλης. Καὶ ἑαυτοῦ δέ τις λέγεται διαφέρειν κατὰ τὸ χωριστὸν συμβεβηκός· διαφέρει γὰρ ἑαυτοῦ ἐν τῷ καθῆσθαι καὶ ἀνίστασθαι, ἐν τῷ νεάζειν καὶ γηρᾶν, ἐν τῷ νοσεῖν καὶ ὑγιαίνειν καὶ τοῖς τοιούτοις. Ἰδίως δὲ διαφορά ἐστι τὸ ἀχώριστον συμβεβηκός, οἷόν ἐστί τις σιμός· ἀδύνατον χωρισθῆναι αὐτοῦ τὴν σιμότητα, ὁμοίως καὶ τὴν γλαυκότητα καὶ τὰ τοιαῦτα. Κατὰ ταῦτα οὖν τὰ ἀχώριστα συμβεβηκότα ἄτομον ἀτόμου τουτέστιν ὑπόστασις ὑποστάσεως διαφέρει, αὐτὸς δὲ ἑαυτοῦ οὐδέποτε. Ταῦτα δὲ οὐ συντελοῦσιν εἰς τὸν ὁρισμὸν τῆς φύσεως· ἐνδέχεται γὰρ ἄνθρωπον εἶναι σιμὸν καὶ μὴ εἶναι. Καὶ ἀπογινομένης τῆς γλαυκότητος οὐδὲν ἧττον ὁ ἄνθρωπος μένει ἄνθρωπος. 14 Περὶ ἰδίου. Τὸ ἴδιον τετραχῶς λέγεται. Πρῶτον, ὃ μόνῳ μὲν ὑπάρχει τῷ εἴδει, οὐ παντὶ δέ, ὥσπερ τὸ γεωμετρεῖν τῷ ἀνθρώπῳ· μόνος γὰρ ὁ ἄνθρωπος γεωμέτρης, ἀλλ' οὐ πᾶς ἄνθρωπος γεωμέτρης. Δεύτερον, ὅπερ παντὶ μὲν τῷ εἴδει ὑπάρχει, οὐ μόνῳ δέ, ὡς τὸ δίπουν· πᾶς γὰρ ἄνθρωπος δίπους, οὐ μόνον δὲ ἄνθρωπος δίπους ἀλλὰ καὶ περιστερὰ καὶ τὰ τοιαῦτα. Τρίτον, ὅπερ παντὶ μὲν καὶ μόνῳ, οὐκ ἀεὶ δέ, ὥσπερ τὸ πολιοῦσθαι τῷ ἀνθρώπῳ· τοῦτο γὰρ παντὶ μὲν καὶ μόνῳ ἀνθρώπῳ ἁρμόζει, οὐκ ἀεὶ δὲ ἀλλ' ἐν τῷ γήρᾳ. Τέταρτον, ὅπερ γίνεται τῶν τριῶν τῶν πρώτων συνερχομένων, τουτέστι παντὶ καὶ μόνῳ καὶ ἀεί, ὅπερ καὶ ἀντιστρέφει, ὥσπερ τὸ γελαστικὸν τῷ ἀνθρώπῳ καὶ τὸ χρεμετιστικὸν τῷ ἵππῳ καὶ τὰ τοιαῦτα· μόνος γὰρ ἄνθρωπος ἔχει τὸ γελαστικὸν καὶ πᾶς ἄνθρωπος καὶ ἀεί, εἰ καὶ μὴ ἀεὶ κέχρηται αὐτῷ. Εἴ τι γὰρ ἄνθρωπος, πάντως γελαστικόν, καὶ εἴ τι γελαστικόν, πάντως ἄνθρωπος. Τοῦτό ἐστι τὸ ἀντιστρέφειν. Περὶ τούτου τοῦ σημαινομένου παρὰ τοῖς φιλοσόφοις ὁ λόγος. Ὃ καὶ ὑπογράφοντές φαμεν· Ἴδιόν ἐστι, ὃ παντὶ καὶ μόνῳ τῷ εἴδει καὶ ἀεὶ ὑπάρχει. Τοῦτο δὲ τριχῶς διαιροῦσιν· ἀπὸ τῆς διοργανώσεως τουτέστι διαπλάσεως, ὡς τὸ πλατυώνυχον καὶ τὸ ὀρθοπεριπατητικὸν τῷ ἀνθρώπῳ· ἀπὸ τῆς ἐνεργείας, ὡς τῷ πυρὶ τὸ ἀνωτάτω φέρεσθαι· ἀπὸ τῆς δυνάμεως, ὡς λέγομεν τῷ πυρὶ ὑπάρχειν τὴν θερμαντικὴν δύναμιν ὑπερβάλλουσαν τὰς τῶν ἄλλων σωμάτων θερμότητας. Λέγεται δὲ τὸ ἴδιον ἐπουσιῶδες. 15 Περὶ τῶν κατηγορουμένων. Πᾶσα κατηγορία ἢ ἐπὶ πλέον γίνεται ἢ ἐπίσης, ἐπ' ἔλαττον δὲ οὐδέποτε. Καὶ ἐπὶ πλέον μέν, ὅτε τὰ καθολικώτερα κατηγοροῦνται τῶν μερικωτέρων· καθολικώτερα οὖν εἰσι τὰ ἐπάνω, μερικώτερα δὲ τὰ ὑποκάτω. Καθολικώτερον μὲν οὖν ἐστι πάντων τὸ ὄν, διὸ πάντων κατηγορεῖται· καὶ γὰρ καὶ ἡ οὐσία ὂν λέγεται καὶ τὸ συμβεβηκὸς ὂν λέγεται. Οὐ δυνάμεθα δὲ εἰπεῖν, ὅτι τὸ ὂν οὐσία ἐστίν· οὐ μόνον γὰρ οὐσία ἐστὶ τὸ ὂν ἀλλὰ καὶ συμβεβηκός. Ὁμοίως καὶ τὰ γένη κατηγοροῦνται τῶν εἰδῶν ὡς καθολικώτερα, τὰ δὲ εἴδη οὐ κατηγοροῦνται τῶν γενῶν αὐτῶν· τὰ γὰρ εἴδη μερικώτερα τῶν γενῶν εἰσι. Κατηγορεῖται τοίνυν ἡ οὐσία τοῦ ζῴου καὶ τὸ ζῷον τοῦ ἀνθρώπου· καὶ γὰρ τὸ ζῷον οὐσία ἐστὶ καὶ ὁ ἄνθρωπος ζῷόν ἐστιν. Οὐκ ἀντιστρέφει δέ· πᾶς μὲν γὰρ ἄνθρωπος ζῷον, οὐ πᾶν δὲ ζῷον ἄνθρωπος. Καὶ ὁ ἵππος γὰρ καὶ ὁ κύων ζῷά εἰσιν, ὁμοίως καὶ πᾶν ζῷον οὐσία ἐστίν, οὐ πᾶσα δὲ οὐσία ζῷόν ἐστιν· καὶ ὁ λίθος γὰρ καὶ τὸ ξύλον οὐσία ἐστίν, ἅτινα οὔκ εἰσι ζῷα. Ὁμοίως καὶ τὸ εἶδος κατηγορεῖται τῶν ὑπ' αὐτοῦ περιεχομένων ἀτόμων τουτέστιν ὑποστάσεων ὡς καθολικώτερον. Τὸ δὲ ἄτομον ἤγουν ἡ ὑπόστασις οὐ κατηγορεῖται τοῦ εἴδους· μερικωτέρα γάρ ἐστι τοῦ εἴδους ἡ ὑπόστασις. Καὶ Πέτρος τοίνυν ἄνθρωπός ἐστι καὶ Παῦλος ἄνθρωπός ἐστιν, οὐ πᾶς δὲ ἄνθρωπος Πέτρος ἢ Παῦλος· εἰσὶ γὰρ καὶ ἄλλαι ὑποστάσεις ὑπὸ τὸ εἶδος τοῦ ἀνθρώπου. Καὶ αἱ διαφοραὶ δὲ κατηγοροῦνται τῶν εἰδῶν, οἷς ἐνυπάρχουσι, καὶ τῶν ἀτόμων αὐτῶν. Καθολικώτεραι γάρ εἰσιν αἱ διαφοραὶ τῶν εἰδῶν· τὸ γὰρ λογικὸν καθολικώτερόν ἐστι τοῦ εἴδους τοῦ ἀνθρώπου. Καὶ γὰρ πᾶς μὲν ἄνθρωπος λογικός, οὐ πᾶς δὲ λογικὸς ἄνθρωπος· καὶ ὁ ἄγγελος γὰρ λογικὸς ὢν οὐκ ἔστιν ἄνθρωπος. Καὶ αὕτη μέν ἐστιν ἡ ἐπὶ πλέον κατηγορία· ἡ δὲ ἐπίσης κατηγορία, ὅτε ἀντιστρέφει. Κατηγοροῦνται γὰρ τὰ ἴδια τῶν εἰδῶν, ὧν ἐστιν ἴδια, ἀλλὰ καὶ τὰ εἴδη κατηγοροῦνται τῶν ἰδίων αὐτῶν· πᾶς γὰρ ἄνθρωπος γελαστικός, καὶ πᾶς γελαστικὸς ἄνθρωπος. Εἰ γὰρ καὶ γελᾶν λέγεται πίθηκος, οὐ γελᾷ τῇ καρδίᾳ ἀλλὰ τοῖς σχήμασι· μιμητικὸν γὰρ ζῷόν ἐστιν. Ὥστε ἡ μὲν τῶν γενῶν κατὰ τῶν εἰδῶν κατηγορία καὶ ἡ τῶν διαφορῶν κατὰ τῶν εἰδῶν καὶ ἡ τῶν εἰδῶν κατὰ τῶν ἀτόμων ἐπὶ πλέον λέγεται, ἡ δὲ τῶν ἰδίων ἐπίσης. Ταῦτα δὲ τὰ ἐπίσης ἀντιστρέφοντα καὶ ἀντικατηγορούμενα λέγονται. 16 Περὶ συνωνύμου καὶ ὁμωνύμου κατηγορίας. Συνώνυμος μὲν κατηγορία ἐστίν, ὅτε καὶ τὸ ὄνομα καὶ τὸν ὅρον αὐτοῦ τοῦ ὀνόματος δέχεται τὸ ὑποκείμενον, οἷον τὸ ζῷον κατηγορεῖται τοῦ ἀνθρώπου. Καὶ δέχεται ὁ ἄνθρωπος καὶ τὸ ὄνομα καὶ τὸν ὅρον τοῦ ζῴου· ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος αἰσθητική. Καὶ ὁ ἄνθρωπος δὲ ἐπιδέχεται τὸν ὅρον τοῦτον· καὶ οὐσία γάρ ἐστιν ὁ ἄνθρωπος καὶ ἔμψυχος καὶ αἰσθητικός. Ὁμώνυμος δέ ἐστι κατηγορία, ὅτε τὸ μὲν ὄνομα δέχεται, τὸν δὲ ὅρον οὐδαμῶς, οἷον ἡ εἰκὼν τοῦ ἀνθρώπου τὸ μὲν ὄνομα τοῦ ἀνθρώπου δέχεται, τὸν δὲ ὅρον τοῦ ἀνθρώπου οὐ δέχεται· ὁ γὰρ ὅρος τοῦ ἀνθρώπου ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. Ἡ δὲ εἰκὼν οὔτε ζῷόν ἐστιν· οὐ γάρ ἐστιν ἔμψυχος οὔτε λογικὸν οὔτε νοῦ καὶ ἐπιστήμης δεκτικόν. Χρὴ γινώσκειν, ὅτι, ὅσα κατηγορεῖται κατά τινος καθ' ὑποκειμένου ἤγουν συνωνύμως, καὶ τοῦ ὑποκειμένου αὐτῷ κατηγορηθήσεται, οἷον τὸ ζῷον ὡς καθ' ὑποκειμένου κατηγορεῖται τοῦ ἀνθρώπου ἤγουν συνωνύμως καὶ ὁ ἄνθρωπος τοῦ Πέτρου· ὑκόκειται γὰρ τῷ ἀνθρώπῳ ὁ Πέτρος. Κατηγορεῖται οὖν καὶ τοῦ Πέτρου τὸ ζῷον· καὶ ὁ Πέτρος γὰρ ζῷόν ἐστι. 17 Περὶ ὑποκειμένου. Τὸ ὑποκείμενον δισσῶς λέγεται, τὸ μὲν πρὸς ὕπαρξιν, τὸ δὲ πρὸς κατηγορίαν. Καὶ πρὸς ὕπαρξιν μέν, ὥσπερ ὑπόκειται ἡ οὐσία τοῖς συμβεβηκόσιν· ἐν αὐτῇ γὰρ ἔχουσι τὸ εἶναι καὶ ἐκτὸς αὐτῆς οὐχ ὑφίστανται. Τὸ δὲ πρὸς κατηγορίαν ὑποκείμενόν ἐστι τὸ μερικόν· ὑπόκειται γὰρ τὸ μερικὸν τῷ καθολικωτέρῳ πρὸς κατηγορίαν, ἐπειδὴ τὸ καθολικώτερον κατηγορεῖται τοῦ μερικωτέρου, ὡς τὸ ζῷον κατηγορεῖται τοῦ ἀνθρώπου. Λέγεται δὲ τὸ μὲν καθόλου καθ' ὑποκειμένου, τὸ δὲ μερικώτερον ὑποκείμενον πρὸς κατηγορίαν. Λέγεται δὲ τὸ συμβεβηκὸς ἐν ὑποκειμένῳ τῇ οὐσίᾳ, ἡ δὲ οὐσία ὑποκείμενον πρὸς ὕπαρξιν. 18 Περὶ τῆς ἐν τῷ τί ἐστι καὶ τῆς ἐν τῷ ποῖόν τί ἐστι κατηγορίας. Ἐν τῷ τί μέν ἐστι κατηγορία ἐστὶν ἡ τῶν γενῶν κατὰ τῶν εἰδῶν αὐτῶν κατηγορία τουτέστιν ἡ τὸ τί ἐστι τὸ ὑποκείμενον σημαίνουσα καὶ ἡ τῶν εἰδῶν δὲ κατὰ τῶν ἀτόμων αὐτῶν· ἐρωτώμενοι γὰρ «τί ἐστιν ἄνθρωπος» λέγομεν «ζῷον» καὶ ἐρωτώμενοι «τί ἐστι Πέτρος» λέγομεν «ἄνθρωπος». Ἡ δὲ ἐν τῷ ποῖόν τί ἐστι κατηγορία ἐστὶν ἡ τῶν διαφορῶν κατὰ τῶν εἰδῶν, οἷς ἐνυπάρχουσι, καὶ τῶν συμβεβηκότων κατὰ τῶν ἀτόμων, οἷς ἐνυπάρχουσι, τουτέστιν ἡ τὸ ποῖόν τί ἐστι τὸ ὑποκείμενον σημαίνουσα· ἐρωτώμενοι γὰρ «ὁ ποῖον ζῷον ὁ ἄνθρωπος» φαμὲν «λογικὸν θνητόν». Τὸ δὲ λογικὸν καὶ τὸ θνητὸν διαφοραί εἰσιν οὐσιώδεις. Πάλιν ἐρωτώμενοι «ὁποῖος ἄνθρωπός ἐστιν ὁ Πέτρος» φαμὲν «μακρὸς τυχὸν ἢ κολοβὸς ἢ σιμὸς ἢ γρυπός». Τὸ δὲ διὰ τί ἐστι σημαίνει τὸ τέλος ἤγουν τὴν αἰτίαν, δι' ἣν τὸ ζητούμενον γέγονεν· ἐρωτώμενοι γὰρ «διὰ τί κλίνη» φαμὲν «διὰ τὴν τῶν ἀνθρώπων ἀνάπαυσιν». 19 Κοινωνίαι καὶ διαφοραὶ τῶν εʹ φωνῶν. Δεῖ γινώσκειν, ὅτι κοινωνοῦσιν αἱ πέντε αὗται φωναὶ ἀλλήλαις κατὰ τὸ πάσας κατὰ πλειόνων κατηγορεῖσθαι. Διαφέρουσι δὲ ἀλλήλων, ὅτι τὸ μὲν γένος κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορεῖται, τὸ δὲ εἶδος κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορεῖται. Ἡ δὲ διαφορὰ καὶ τὸ συμβεβηκὸς κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ποῖόν τί ἐστι κατηγοροῦνται, τὸ δὲ ἴδιον κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ τουτέστι καθ' ἑνὸς εἴδους καὶ τῶν ὑπ' αὐτὸ ἀτόμων ἐν τῷ ποῖόν τί ἐστι κατηγορεῖται. Διαφέρει δὲ ἡ διαφορὰ τοῦ συμβεβηκότος, ὅτι ἡ μὲν διαφορὰ οὐσιώδης ἐστὶν ἤγουν μέρος τῆς οὐσίας τοῦ ὑποκειμένου, τὸ δὲ συμβεβηκὸς οὐχ ὡς μέρος τῆς οὐσίας ἀλλ' ἐπουσιῶδες. 20 Κοινωνία καὶ διαφορὰ γένους καὶ διαφορᾶς. Κοινὰ δὲ γένους καὶ διαφορᾶς τὸ περιεκτικὰ εἶναι τῶν εἰδῶν ἀμφότερα καὶ τὸ συνωνύμως κατηγορεῖσθαι τῶν εἰδῶν καὶ τῶν ἀτόμων. Χρὴ δὲ γινώσκειν, ὅτι ὅσα κατηγορεῖται κατά τινος ὡς καθ' ὑποκειμένου ἤγουν συνωνύμως, καὶ τοῦ ὑποκειμένου αὐτῷ συνωνύμως κατηγορηθήσεται, ὅσα δὲ ὁμωνύμως, οὐδαμῶς. Ἴδια δὲ τοῦ γένους πρὸς διαφοράν· ὅτι τὸ γένος ἐπὶ πλέον ἐστὶ τῶν ὑπ' αὐτὸ διαφορῶν καὶ τῶν ἄλλων τριῶν φωνῶν· ὅτι τὸ γένος περιέχει τὰς διαφορὰς δυνάμει· ὅτι τὸ γένος φύσει πρότερον τῶν διαφορῶν· ὅτι τὸ γένος ἐν τῷ τί ἐστιν, ἡ δὲ διαφορὰ ἐν τῷ ποῖόν τί ἐστι κατηγορεῖται· ὅτι τὸ προσεχὲς γένος ἕν, αἱ δὲ διαφοραὶ πλείους· ὅτι τὸ γένος ἀναλογεῖ ὕλῃ, μορφῇ δὲ ἡ διαφορά. 21 Κοινωνία καὶ διαφορὰ γένους καὶ εἴδους. Κοινὰ γένους καὶ εἴδους· τὸ κατὰ πλειόνων ἐν τῷ τί ἐστι κατηγορεῖσθαι· τὸ φύσει πρότερα εἶναι τῶν ὑπ' αὐτά· τὸ ὅλον τι εἶναι ἀμφότερα. Ἴδια δὲ γένους καὶ εἴδους· ὅτι τὸ γένος καθολικώτερόν ἐστι τοῦ εἴδους· ὅτι τὸ εἶδος περιττεύει τοῦ γένους ταῖς διαφοραῖς· ὅτι τὸ γένος συνωνύμως κατηγορεῖται τοῦ εἴδους, τὸ δὲ εἶδος οὐκ ἀντιστρέφει· ὅτι οὔτε τὸ γένος εἰδικώτατον οὔτε τὸ εἶδος γενικώτατον οὔτε τὸ γενικώτατον ἔσται εἶδος οὔτε τὸ εἰδικώτατον ἔσται γένος. 22 Κοινωνία καὶ διαφορὰ γένους καὶ ἰδίου. Κοινὰ γένους καὶ ἰδίου· ὅτι ἀμφότερα τοῖς εἴδεσιν ἕπονται ἤγουν κατηγοροῦνται· ὅτι ἐπίσης κατηγοροῦνται, ὧν κατηγοροῦνται ἀμφότερα· ὅτι συνωνύμως κατηγοροῦνται. Διαφορὰ δὲ γένους καὶ ἰδίου· ὅτι φύσει πρότερον τὸ γένος τοῦ ἰδίου· ὅτι τὸ γένος κατὰ πλειόνων εἰδῶν κατηγορεῖται, τὸ δὲ ἴδιον ἑνός· ὅτι τὸ μὲν ἴδιον ἀντιστρέφει πρὸς τὸ εἶδος, τὸ δὲ γένος οὐκέτι· ὅτι τὸ μὲν ἴδιον μόνῳ τῷ εἴδει ὑπάρχει, τὸ δὲ γένος οὐ μόνῳ. 23 Κοινωνία καὶ διαφορὰ γένους καὶ συμβεβηκότος. Κοινὸν γένους καὶ συμβεβηκότος τὸ κατὰ πλειόνων κατηγορεῖσθαι. Ἴδια δὲ γένους καὶ συμβεβηκότος· ὅτι τὸ γένος πρότερον ὑπάρχει τῶν εἰδῶν, οἷς ὑπάρχει τὰ συμβεβηκότα, τὰ δὲ συμβεβηκότα τῶν εἰδῶν ὕστερα· ὅτι τοῦ μὲν γένους ἐπίσης ἡ μετοχή, τῶν δὲ συμβεβηκότων οὐκέτι· ὅτι τὸ συμβεβηκὸς προηγουμένως τοῖς ἀτόμοις ὑπάρχει καὶ τότε τοῖς εἴδεσι, τὸ δὲ γένος ἀνάπαλιν· ὅτι τὰ γένη ἐν τῷ τί ἐστι κατηγοροῦνται, τὰ δὲ συμβεβηκότα ἐν τῷ ποῖόν τί ἐστιν ἢ πῶς ἔχον. 24 Κοινωνία καὶ διαφορὰ διαφορᾶς καὶ εἴδους. Κοινὰ διαφορᾶς καὶ εἴδους· ὅτι ἐπίσης μετέχονται· ὅτι ἀεὶ πάρεισιν, οἷς μετέχονται. Ἴδια διαφορᾶς καὶ εἴδους· ὅτι ἡ μὲν διαφορὰ ἐν τῷ ποῖόν τί ἐστι, τὸ δὲ εἶδος ἐν τῷ τί ἐστι κατηγορεῖται· ὅτι ἡ διαφορὰ πλείονα εἴδη περιέχει καὶ τὰ τούτων ἄτομα, τὸ δὲ εἶδος μόνον τὰ ὑπ' αὐτὸ ἄτομα· ὅτι ἡ διαφορὰ φύσει προτέρα τῶν εἰδῶν· ὅτι διαφορὰ μετὰ διαφορᾶς συντίθεται, εἶδος δὲ μετὰ εἴδους οὐδαμῶς. 25 Κοινωνία καὶ διαφορὰ διαφορᾶς καὶ ἰδίου. Κοινὰ διαφορᾶς καὶ ἰδίου· τὸ ἐπίσης κατηγορεῖσθαι πᾶσι τοῖς μετέχουσι· τὸ ἀεὶ καὶ παντὶ τῷ εἴδει παρεῖναι. Ἴδια διαφορᾶς καὶ ἰδίου· ὅτι ἡ μὲν διαφορὰ πολλὰ εἴδη περιέχει, τὸ δὲ ἴδιον ἓν μόνον· ὅτι ἡ διαφορὰ οὐκ ἀντιστρέφει πρὸς τὸ εἶδος, τὸ δὲ ἴδιον ἀντιστρέφει. 26 Κοινωνία καὶ διαφορὰ διαφορᾶς καὶ συμβεβηκότος. Κοινὰ διαφορᾶς καὶ συμβεβηκότος, ὅτι ἀμφότερα κατὰ πλειόνων ἐν τῷ ποῖόν τί ἐστι κατηγοροῦνται καὶ ὅτι ἡ διαφορὰ καὶ τὸ ἀχώριστον συμβεβηκὸς ἀεὶ πάρεισιν, οἷς κατηγοροῦνται. Ἴδια διαφορᾶς καὶ συμβεβηκότος· ὅτι αἱ μὲν διαφοραὶ περιέχουσιν, οὐ περιέχονται, τὰ δὲ συμβεβηκότα περιέχονται. Περιέχουσι μὲν γὰρ τὰ εἴδη ἀμφότερα ὡς πλειόνων εἰδῶν κατηγορούμενα, ἀλλ' ἡ διαφορὰ οὐ περιέχεται, διότι οὐ δέχεται τὸ αὐτὸ εἶδος τὰς ἐναντίας διαφοράς, τὸ δὲ συμβεβηκὸς περιέχεται, διότι τὸ αὐτὸ εἶδος καὶ τὸ αὐτὸ ἄτομον πολλὰ συμβεβηκότα δέχεται, πολλάκις καὶ τὰ ἐναντία·– ὅτι ἡ μὲν διαφορὰ τὸ μᾶλλον καὶ τὸ ἧττον οὐκ ἐπιδέχεται, ἀλλὰ τὰ συμβεβηκότα· ὅτι αἱ ἐναντίαι διαφοραὶ ἀμιγεῖς εἰσι, μίγνυνται δὲ τὰ ἐναντία συμβεβηκότα. 27 Κοινωνία καὶ διαφορὰ εἴδους καὶ ἰδίου. Κοινὰ εἴδους καὶ ἰδίου· ὅτι ἀλλήλων ἀντικατηγοροῦνται ἤγουν ἀντιστρέφουσιν· ὅτι ἐπίσης μετέχονται· ἐπίσης δὲ μετέχεσθαί ἐστι τὸ μὴ τὸ ἓν μᾶλλον ἢ ἧττον τοῦ ἑτέρου μεταδιδόναι ἑαυτῶν τοῖς μετέχουσιν ἀτόμοις. Διαφορὰ εἴδους καὶ ἰδίου· ὅτι τὸ μὲν εἶδος οὐσιῶδες, τὸ δὲ ἴδιον ἐπουσιῶδες· ὅτι τὸ μὲν εἶδος ἀεὶ ἐνεργείᾳ, τὸ δὲ ἴδιον καὶ δυνάμει καὶ ἐνεργείᾳ· ἔτι τὰ διαφόρους ἔχοντα ὁρισμοὺς καὶ αὐτὰ δηλονότι διάφορα καθεστήκασιν. 28 Κοινωνία καὶ διαφορὰ εἴδους καὶ συμβεβηκότος. Κοινὰ εἴδους καὶ συμβεβηκότος τὸ κατὰ πλειόνων κατηγορεῖσθαι. Διαφορὰ εἴδους καὶ συμβεβηκότος· ὅτι τὸ μὲν εἶδος ἐν τῷ τί ἐστι, τὸ δὲ συμβεβηκὸς ἐν τῷ ποῖόν τί ἐστι κατηγορεῖται· ὅτι τοῦ εἴδους ἡ μετοχὴ ἑνός ἐστι, τῶν δὲ συμβεβηκότων καὶ πλειόνων τις μετέχει· ὅτι τὸ εἶδος φύσει πρότερον τῶν συμβεβηκότων· ὅτι τοῦ εἴδους ἡ μετοχὴ ἐπίσης, τὰ δὲ συμβεβηκότα τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχονται. 29 Κοινωνία καὶ διαφορὰ ἰδίου καὶ ἀχωρίστου συμβεβηκότος. Κοινὰ ἰδίου καὶ συμβεβηκότος ἀχωρίστου τὸ μὴ ἄνευ αὐτῶν συστῆναι ἐκεῖνα, οἷς ὑπάρχουσι, καὶ ὅτι ἀμφότερα ἀεὶ πάρεισι. Διαφορὰ ἰδίου καὶ συμβεβηκότος· ὅτι τὸ μὲν ἴδιον ἑνὶ εἴδει ὑπάρχει, τὸ δὲ συμβεβηκὸς πλείοσιν· ὅτι τὸ μὲν ἴδιον ἀντιστρέφει πρὸς τὸ εἶδος, τὸ δὲ συμβεβηκὸς οὐκέτι· ὅτι τὸ μὲν συμβεβηκὸς ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον, τὸ δὲ ἴδιον οὐδαμῶς. 30 Περὶ ὑποστάσεως καὶ ἐνυποστάτου καὶ ἀνυποστάτου. Τὸ τῆς ὑποστάσεως ὄνομα δύο σημαίνει· ἁπλῶς μὲν γὰρ λεγόμενον σημαίνει τὴν ἁπλῶς οὐσίαν, ἡ δὲ καθ' ἑαυτὴν ὑπόστασις τὸ ἄτομον σημαίνει καὶ τὸ ἀφοριστικὸν πρόσωπον. Καὶ τὸ ἐνυπόστατον δὲ δύο σημαίνει· σημαίνει γὰρ καὶ τὸ ἁπλῶς ὄν, καθὸ σημαινόμενον οὐ μόνον τὴν ἁπλῶς οὐσίαν ἀλλὰ καὶ τὸ συμβεβηκὸς ἐνυπόστατον καλοῦμεν. Σημαίνει δὲ καὶ τὴν καθ' αὑτὸ ὑπόστασιν ἤγουν τὸ ἄτομον. Καὶ τὸ ἀνυπόστατον δὲ δισσῶς λέγεται· λέγεται γὰρ ἀνυπόστατον καὶ τὸ μηδαμῇ μηδαμῶς ὄν. Λέγεται πάλιν ἀνυπόστατον καὶ τὸ συμβεβηκός, διότι τὸ συμβεβηκὸς οὐκ ἔχει ἰδίαν ὕπαρξιν, ἀλλ' ἐν τῇ οὐσίᾳ ὑφέστηκεν. 31 Περὶ οὐσίας καὶ φύσεως καὶ μορφῆς ἀτόμου τε καὶ προσώπου καὶ ὑποστάσεως. Οἱ μὲν ἔξω φιλόσοφοι κατὰ τὸν προλελεγμένον λόγον διαφορὰν εἶπον οὐσίας καὶ φύσεως, οὐσίαν μὲν εἰπόντες τὸ ἁπλῶς εἶναι, φύσιν δὲ οὐσίαν εἰδοποιηθεῖσαν ὑπὸ τῶν οὐσιωδῶν διαφορῶν καὶ μετὰ τοῦ ἁπλῶς εἶναι καὶ τὸ τοιῶσδε εἶναι ἔχουσαν, εἴτε λογικὴν εἴτε ἄλογον, εἴτε θνητὴν εἴτε ἀθάνατον, ἤγουν αὐτήν, ὥς φαμεν, τὴν ἀμετάβλητον καὶ ἀμετάθετον ἀρχὴν καὶ αἰτίαν καὶ δύναμιν τὴν παρὰ τοῦ δημιουργοῦ ἐντεθεῖσαν ἑκάστῳ εἴδει πρὸς κίνησιν, τοῖς μὲν ἀγγέλοις πρὸς τὸ νοεῖν καὶ ἐκτὸς προφορικοῦ λόγου μεταδιδόναι ἀλλήλοις τὰ νοήματα, τοῖς δὲ ἀνθρώποις πρὸς τὸ νοεῖν καὶ λογίζεσθαι καὶ διὰ προφορικοῦ λόγου διαδιδόναι ἀλλήλοις τὰ ἐν καρδίᾳ νοήματα, τοῖς δὲ ἀλόγοις τὴν ζωτικὴν καὶ αἰσθητικὴν καὶ ἀναπνευστικὴν κίνησιν, τοῖς δὲ φυτοῖς τὴν θρεπτικὴν καὶ αὐξητικὴν καὶ γεννητικὴν δύναμιν, τοῖς δὲ λίθοις τὴν τοῦ θερμαίνεσθαι καὶ τοῦ ψύχεσθαι καὶ τὴν ἀπὸ τόπου εἰς τόπον ἑτεροκίνητον μετάβασιν ἤγουν τὴν ἄψυχον. Ταύτην ἐκάλεσαν φύσιν ἤγουν τὰ εἰδικώτατα εἴδη, οἷον ἄγγελον, ἄνθρωπον, ἵππον καὶ τὰ τοιαῦτα, ὡς καθολικώτερα καὶ περιεκτικὰ τῶν ὑποστάσεων καὶ ἐν ἑκάστῃ τῶν ὑπ' αὐτῶν περιεχομένων ὑποστάσεων ὁμοίως καὶ ἀπαραλείπτως ὑπάρχοντα. Ὥστε τὸ μὲν μερικώτερον ἐκάλεσαν ὑπόστασιν, τὸ δὲ καθολικώτερον καὶ περιέχον τὰς ὑποστάσεις ἐκάλεσαν φύσιν, τὴν δὲ ἁπλῶς ὕπαρξιν ἐκάλεσαν οὐσίαν. Οἱ δὲ ἅγιοι πατέρες παρεάσαντες τὰς πολλὰς ἐρεσχελίας τὸ μὲν κοινὸν καὶ κατὰ πολλῶν λεγόμενον ἤγουν τὸ εἰδικώτατον εἶδος οὐσίαν καὶ φύσιν καὶ μορφὴν ἐκάλεσαν, οἷον ἄγγελον, ἄνθρωπον, ἵππον, κύνα καὶ τὰ τοιαῦτα· καὶ γὰρ καὶ ἡ οὐσία παρὰ τὸ εἶναι λέγεται, καὶ ἡ φύσις παρὰ τὸ πεφυκέναι, τὸ δὲ εἶναι καὶ πεφυκέναι ταὐτόν ἐστι· καὶ ἡ μορφὴ δὲ καὶ τὸ εἶδος τὸ αὐτὸ σημαίνει τῇ φύσει. Τὸ δὲ μερικὸν ἐκάλεσαν ἄτομον καὶ πρόσωπον καὶ ὑπόστασιν οἷον Πέτρος, Παῦλος. Ἡ δὲ ὑπόστασις θέλει ἔχειν οὐσίαν μετὰ συμβεβηκότων καὶ καθ' ἑαυτὴν ὑφίστασθαι καὶ αἰσθήσει ἤγουν ἐνεργείᾳ θεωρεῖσθαι. Ἀδύνατον δὲ δύο ὑποστάσεις μὴ διαφέρειν ἀλλήλων τοῖς συμβεβηκόσι καὶ ἀριθμῷ διαφέρειν ἀλλήλων. Χρὴ δὲ γινώσκειν, ὅτι τὰ χαρακτηριστικὰ ἰδιώματα τὰ συμβεβηκότα εἰσὶ τὰ χαρακτηρίζοντα τὴν ὑπόστασιν. 32 Περὶ ὁμωνύμων. Ὁμώνυμα μέν εἰσι τὰ τῷ ὀνόματι κοινωνοῦντα, τῷ δὲ ὁρισμῷ ἢ τῇ ὑπογραφῇ διαφέροντα. Οἷον τὸ κύων ὄνομα ὁμώνυμόν ἐστι, δηλοῖ δὲ τὸν χερσαῖον καὶ τὸν θαλάσσιον κύνα· ἕτερον δὲ ὁρισμὸν ἔχει ὁ χερσαῖος καὶ ἕτερον ὁ θαλάσσιος, ἐπειδὴ καὶ ἑτέρα φύσις καὶ ἑτέρα. Ὑπογράφουσι δὲ τὰ ὁμώνυμα οὕτως· Ὁμώνυμά εἰσιν, ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος. Λόγον ἐνταῦθα τὸν ὁρισμὸν εἶπε καὶ τὴν ὑπογραφήν· κατὰ τοὔνομα δὲ εἶπε δηλῶν ἕτερον εἶναι τὸν ὁρισμὸν αὐτοῦ τοῦ ὀνόματος, καθ' ὃν γίνονται ὁμώνυμα. Οἷον ὁ χερσαῖος καὶ ὁ θαλάσσιος κύων κατὰ τὸ ὄνομα τοῦ κυνός εἰσιν ὁμώνυμοι· εἰ γὰρ θελήσει τις τὸν ὁρισμὸν τοῦ χερσαίου κυνὸς ἀποδοῦναι καὶ τοῦ θαλασσίου, καθ' ὃ κύων καλεῖται ἑκάτερος αὐτῶν, ἄλλον ὁρισμὸν ἀποδίδωσι τῷ χερσαίῳ καὶ τῷ θαλασσίῳ ἕτερον. Ἐνδέχεται δὲ αὐτοὺς καὶ κοινωνεῖν τῷ ὁρισμῷ πάλιν καὶ τῷ ὀνόματι· ζῷα γὰρ λέγονται ἀμφότερα καὶ τὸν ὁρισμὸν τοῦ ζῴου δέχονται, ἀλλ' οὔκ εἰσι κατὰ τὸ ὄνομα τοῦ ζῴου ὁμώνυμοι ἀλλὰ μᾶλλον συνώνυμοι. Ἐπὶ δὲ τῶν ὁμωνύμων τρία δεῖ ζητεῖν· εἰ ἔστι τῶν ὁμωνύμων καὶ κατὰ πόσων σημαινομένων φέρεται καὶ περὶ ποίου σημαινομένου ἡ ἐρώτησις γέγονεν. 33 Περὶ συνωνύμου. Συνώνυμα δέ εἰσιν, ὅσα καὶ τῷ ὀνόματι καὶ τῷ ὁρισμῷ ἢ τῇ ὑπογραφῇ τοῦ αὐτοῦ ὀνόματος κοινωνοῦσιν, οἷον τὸ ζῷον δηλοῖ καὶ τὸν ἄνθρωπον καὶ τὸν ἵππον, καὶ κατὰ τὸ ὄνομα τοῦτο ἤγουν τοῦ ζῴου συνώνυμοί εἰσιν· ἕκαστον γὰρ αὐτῶν καὶ τὸ ὄνομα καὶ τὸν ὁρισμὸν τοῦ ζῴου δέχεται. Ὑπογράφουσι δὲ τὰ συνώνυμα οὕτως· Συνώνυμά εἰσιν, ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ὁ αὐτός. 34 Περὶ πολυωνύμων. Πολυώνυμα δέ εἰσιν, ὅσα τῷ μὲν ὁρισμῷ κοινωνοῦσι, τῷ δὲ ὀνόματι διαφέρουσιν, ἤγουν ὅτε τὸ αὐτὸ πρᾶγμα πολλοῖς καλεῖται ὀνόμασιν οἷον φάσγανον, ἄορ, σπάθη, μάχαιρα, ξίφος· πάντα γὰρ ταῦτα τὰ ὀνόματα ἕνα ὅρον ἐπιδέχονται, ἤγουν σίδηρος ἀμφήκης τουτέστιν σίδηρος ἀμφοτέρωθεν ἠκονημένος. Ὑπογράφουσι δὲ τὰ πολυώνυμα οὕτω· Πλεῖστα ὀνόματα καθ' ἑνὸς κυρίου λεγόμενα.

Intertext edge

Open linked passage

Note