Dialectica Recensio fusior
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
63.1.1
Περὶ τοῦ ἔχειν. Τὸ ἔχειν κατὰ ὀκτὼ τρόπους λέγεται·– ἢ γὰρ ὡς ἕξιν ἢ διάθεσιν ἢ ἄλλην ποιότητα· λεγόμεθα γὰρ ἔχειν ἐπιστήμην καὶ ἀρετήν.– ἢ ὡς ποσόν· λέγεται γὰρ τρίπηχυ μέγεθος ἔχειν τὸ ξύλον.– ἢ ὡς οὐσίαν περὶ οὐσίαν, ὅπερ ἐστὶ γενικώτατον γένος. Τοῦτο δέ– ἢ περὶ ὅλον τὸ σῶμα ὡς χιτών– ἢ περί τι μέρος ὡς δακτύλιος ἐν δακτύλῳ– ἢ ὡς μέρος ἐν ὅλῳ· λεγόμεθα γὰρ ἔχειν χεῖρα·– ἢ ὡς ἐν ἀγγείῳ, ὡς λέγομεν οἶνον ἔχειν τὸ κεράμιον,– ἢ ὡς κτῆμα· λεγόμεθα γὰρ οἰκίαν ἔχειν ἢ ἀγρόν, λεγόμεθα δὲ καὶ γυναῖκα ἔχειν, καὶ ἡ γυνὴ ἄνδρα ἔχειν. Ἔοικε δὲ οὗτος ὁ τρόπος ἀλλότριος εἶναι τοῦ ἔχειν, ἐπειδὴ ἀντιστρέφει· οὐδὲν γὰρ μᾶλλον σημαίνει ἔχειν τὸν ἄνδρα γυναῖκα ἢ τὴν γυναῖκα ἄνδρα, οὐδὲ γὰρ ἕτερον ἑτέρου ἐπικρατεῖ, ἀλλ' ἴσως καὶ ἀδιαφόρως ἔχουσιν. Εἰ δὲ καὶ ὁ κτήτωρ ἔχει κτῆμα καὶ τὸ κτῆμα κτήτορα καὶ ἀντιστρέφει, ἀλλ' οὐχ ὡς ἀνὴρ γυναῖκα καὶ γυνὴ ἄνδρα· ὁ γὰρ κτήτωρ αὐτοκρατὲς καὶ κυριώτατόν ἐστι τοῦ κτήματος, καὶ διὰ τοῦτο μᾶλλον ὁ μὲν κτήτωρ ἔχειν λέγεται, τὸ δὲ κτῆμα ἔχεσθαι. Δῆλον δέ, ὅτι τὸ ἔχειν τῶν ὁμωνύμων ἐστί. Τινὲς τὰς αὐτὰς διαφορὰς λέγουσι τοῦ ἔχειν, ὅσας καὶ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν· ὡς γὰρ τὰ ποιοῦντα καὶ πάσχοντα ἢ ἔμψυχά ἐστιν ἢ ἄψυχα, οὕτω καὶ ἐνταῦθα ἢ ἔμψυχόν ἐστι τὸ ἔχον καὶ τὸ ἐχόμενον ἢ ἄψυχον. Πῶς οὖν τῶν διαφόρων γενῶν αἱ αὐταὶ διαφοραὶ ἔσονται; Ἀλλ' ἔστιν εἰπεῖν, ὅτι τὸ ἔχον ἢ περὶ ὅλον τὸ σῶμά ἐστιν ἢ περὶ μέρος, καὶ πάλιν τοῦτο ἢ ἀμυντήριόν ἐστιν ἢ κόσμος. 64 Περὶ ἀποφάνσεως ἀποφάσεώς τε καὶ καταφάσεως. Χρὴ γινώσκειν, ὅτι ἡ κατάφασις καὶ ἡ ἀπόφασις ἀπόφανσις λέγεται. Κατάφασις μὲν οὖν ἐστιν ἡ σημαίνουσα, τί τινι ὑπάρχει, τουτέστι τί ὑπάρχει τις· οἷον «Σωκράτης σοφός ἐστι», «Σωκράτης περιπατεῖ». Ἀπόφασις δὲ ἡ δηλοῦσα τὸ μὴ ὑπάρχον τινὶ ἤγουν τί οὐκ ἔστι τις, οἷον «ὁ δεῖνα οὐκ ἔστι σοφός», «ὁ δεῖνα οὐ περιπατεῖ». Ἐπειδὴ δὲ πάσῃ καταφάσει ἀντίκειται ἀπόφασις καὶ πάσῃ ἀποφάσει κατάφασις, ἡ ἀπόφασις ἡ ἀντικειμένη τῇ καταφάσει καὶ ἡ κατάφασις ἡ ἀντικειμένη τῇ ἀποφάσει ἀντίφασις λέγεται· ἀνάγκη δὲ τὴν μίαν ψεύδεσθαι καὶ τὴν μίαν ἀληθεύειν. 65 Περὶ ὅρου καὶ προτάσεως καὶ συλλογισμοῦ. Χρὴ γινώσκειν, ὅτι σκοπὸν ἔχει ἡ λογικὴ πραγματεία περὶ τῆς ἀποδείξεως. Ἡ δὲ ἀπόδειξις συλλογισμός ἐστιν· ὁ δὲ συλλογισμὸς σύγκειται ἐκ δύο ἀληθῶν προτάσεων καὶ τοῦ συμπεράσματος· οἷον θέλων ἀποδεῖξαι, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστι, λέγω, ὅτι πᾶν ἀεικίνητον ἀθάνατόν ἐστιν· αὕτη πρότασίς ἐστιν. Εἶτα λέγω καὶ δευτέραν πρότασιν· Ἡ ψυχὴ ἀεικίνητός ἐστιν· εἶτα τὸ συμπέρασμα· Ἡ ψυχὴ ἄρα ἀθάνατός ἐστιν. Ἑκάστη δὲ πρότασις ἐξ ὅρων σύγκειται, ἑκάστη γὰρ λέξις τῆς προτάσεως ὅρος λέγεται· ὅρος γάρ ἐστιν, εἰς ὃν ἀναλύεται ἡ πρότασις. Οἷον ἡ πρότασις λέγει· Πᾶν ἀεικίνητον ἀθάνατόν ἐστι· τὸ «Πᾶν» ὅρος λέγεται ὡς μέρος προτάσεως καὶ τὸ «ἀεικίνητον» ὁμοίως ὅρος λέγεται καὶ τὸ «ἀθάνατον» ὅρος λέγεται καὶ τὸ «ἐστιν» ὅρος λέγεται. Χρὴ γινώσκειν, ὅτι δεῖ τὰς προτάσεις ἀληθεῖς εἶναι καὶ τὸ συμπέρασμα ἀκολουθεῖν ταῖς προτάσεσιν. Εἰ γὰρ εὑρεθῇ ἡ μία τῶν προτάσεων ψευδὴς ἢ τὸ συμπέρασμα, παραλογισμός ἐστι καὶ οὐ συλλογισμός. Ἁπλῆ φωνή, ὄνομα, ῥῆμα, φάσις, ὅρος· ταῦτα τὰ πέντε κατὰ μὲν τὸ ὑποκείμενον οὐδὲν ἀλλήλων διαφέρουσι, μόνον δὲ κατὰ τὴν σχέσιν ἐστὶν αὐτῶν ἡ διαφορά· οἷον ἄνθρωπος ὡς μὲν ἁπλῶς σημαντικόν τινος λέγεται ἁπλῆ φωνή, ὡς δὲ ὑποκείμενον λέγεται ὄνομα, ὡς δὲ τάξιν ἐπέχον κατηγορουμένου λέγεται ῥῆμα, ὡς δὲ μέρος καταφάσεως ἢ ἀποφάσεως λέγεται φάσις, ὡς δὲ μέρος προτάσεως καὶ συλλογισμοῦ λέγεται ὅρος. Χρὴ δὲ γινώσκειν, ὅτι ἐν τῇ προτάσει ἤτοι τῇ καταφάσει καὶ ἀποφάσει τὸ μὲν ὑποκείμενον ὄνομα λέγεται, τὸ δὲ κατηγορούμενον λέγεται ῥῆμα. Οἷον κατάφασίς ἐστιν· Ἄνθρωπος περιπατεῖ, τὸ «ἄνθρωπος» ὑποκείμενόν ἐστι καὶ λέγεται ὄνομα, τὸ «περιπατεῖ» τάξιν ἐπέχει κατηγορουμένου καὶ λέγεται ῥῆμα· «Σωκράτης καλός ἐστι», τὸ «Σωκράτης» ὑποκείμενόν ἐστι καὶ λέγεται ὄνομα, τὸ «καλός ἐστι» τάξιν ἐπέχει κατηγορουμένου καὶ λέγεται ῥῆμα ὡς μέρος καταφάσεως, εἰ καὶ παρὰ τοῖς γραμματικοῖς ὄνομα λέγεται τὸ «καλός». Καὶ ἁπλῶς, ᾧτινι ἀκολουθεῖ τὸ «ἐστι», ῥῆμά ἐστι καὶ ἐν τῇ ἀποφάσει καὶ ἐν τῇ καταφάσει, κἂν ὄνομά ἐστι κἂν ῥῆμα, ῥῆμα λέγεται παρὰ τοῖς φιλοσόφοις ὡς κατηγορούμενον. Ἰστέον, ὅτι τὰ πέντε ταῦτα οὐδὲν ἀλλήλων διενηνόχασιν, ἀπόφανσις, πρότασις, πρόβλημα, ἔνστασις, συμπέρασμα. Ὅταν γὰρ ἁπλῶς ἀποφαίνωμαι, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν, ἀπόφανσις λέγεται. Ὅταν δὲ ὡς μέρος συλλογισμοῦ ληφθῇ, τότε πρότασίς ἐστιν τὸ λέγειν· Ἡ ψυχὴ ἀθάνατός ἐστιν. Ἡνίκα δέ τις ἐνίσταται πρὸς τὴν πρότασιν λέγων· Πόθεν δῆλον, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστι; τότε τὸ τοιοῦτον ἔνστασις προσαγορεύεται. Ἡνίκα δὲ πάλιν προτείνομεν εἰς ζήτησιν· Ἆρα ἡ ψυχὴ ἀθάνατός ἐστι; καλεῖται πρόβλημα. Ὅτε δὲ ἐκ προτάσεως συναχθῇ, καλεῖται συμπέρασμα, οἷον· Ἡ ψυχὴ ἀεικίνητός ἐστι, τὸ ἀεικίνητον ἀθάνατον, ἐκ τῶν προτάσεων τούτων συνάγεται· Ἄρα ἡ ψυχὴ ἀθάνατός ἐστι· τοῦτό ἐστι συμπέρασμα. Πρότασίς ἐστι λόγος ἀποφαντικός τινος ἀπό τινος, ὅπερ ἐστὶν ἀπόφασις, οἷον «Σωκράτης οὐ γελᾷ», ἤ τινος κατά τινος, ὅπερ ἐστὶ κατάφασις, ὡς «Σωκράτης γελᾷ». Ὅρος ἐστίν, εἰς ὃν ἀναλύεται ἡ πρότασις. Συλλογισμός ἐστι λόγος, ἐν ᾧ τεθέντων τινῶν ἤγουν ὁμολογηθέντων ἕτερον ἐξ ἀνάγκης τῶν κειμένων συμβαίνει διὰ τὰ κείμενα· διὰ γὰρ τὰς κειμένας προτάσεις γίνεται τὸ συμπέρασμα μὴ δεόμενον ἔξωθεν ἑτέρας τινὸς συστάσεως. Πρόβλημά ἐστι θεώρημα συντεῖνον εἰς αἵρεσιν καὶ φυγὴν ἤγουν εἰς ἄρνησιν καὶ συγκατάθεσιν πρὸς γνῶσιν καὶ θεωρίαν. Πύσμα ἐστὶν ἐρώτημα διεξοδικὴν ἤγουν πλατεῖαν ἀπαιτοῦν ἀπόκρισιν· διαφέρει γὰρ ὁ ἐρωτηματικὸς λόγος τοῦ πυσματικοῦ, ὅτι τῷ μὲν ἐρωτηματικῷ ταχεῖα ἕπεται ἡ ἀπόκρισις ἤγουν δι' ὀλίγων, τῷ δὲ πυσματικῷ χρονία καὶ διὰ πολλῶν. Διαλογικὸς χαρακτὴρ λέγεται ὁ κατὰ πεῦσιν καὶ ἀπόκρισιν. Ἔνστασίς ἐστιν ἡ ἐκ προοιμίων ἀνατρέπουσα τὸν λόγον. Ἀντιπαράστασις δὲ ἡ δεχομένη μὲν τὸν λόγον ὡς ἀληθῆ, δεικνύουσα δέ, ὡς οὐδὲν βλάπτει πρὸς τὸ προκείμενον. Λημμάτιόν ἐστιν, ὅπερ εἴληπται ὡς ὁμολογούμενον πρὸς κατασκευήν τινος. Αἵρεσίς ἐστι δόξα πλειόνων ἀνθρώπων πρὸς ἀλλήλους μὲν συμφωνούντων, πρὸς ἄλλους δὲ διαφωνούντων. Κοινὴ δὲ ἔννοιά ἐστιν ἡ παρὰ πᾶσιν ὁμολογουμένη, οἷον ὅτι ἔστιν ἥλιος. Θέσις δέ ἐστι παράδοξος ὑπόληψίς τινος τῶν ἐν φιλοσοφίᾳ γνωρίμων ἤγουν ξένη ἔννοια ὡς ὁ Παρμενίδου λόγος, ὅτι ἓν ἔλεγε τὸ ὄν, καὶ ὡς ὁ Ἡρακλείτου, ὅτι πάντα κινεῖται. Κοινόν ἐστι τὸ ἐν πολλοῖς θεωρούμενον ἢ πολλῶν κατηγορούμενον. Κοινὸν δὲ τετραχῶς λέγεται· ἢ τὸ εἰς τὰ μέρη διαιρετὸν ὡς ἡ κληρουχουμένη γῆ· ἢ τὸ ἀδιαιρέτως ἐν χρήσει κοινῇ λαμβανόμενον, οὐχ ἅμα δὲ ὡς εἷς δοῦλος ἢ εἷς ἵππος δύο δεσποτῶν ποτὲ μὲν τοῦδε, ποτὲ δὲ τοῦδε τὴν κέλευσιν πληρῶν· ἢ τὸ ἐν προκαταλήψει ἰδιοποιούμενον, εἰς δὲ τὸ κοινὸν ἀναπεμπόμενον ὡς ὁ ἐν θεάτρῳ τόπος ἢ ἐν βαλανείῳ· ἢ τὸ ἀδιαιρέτως εἰς κοινὴν καὶ τὴν αὐτὴν ἔννοιαν προβαλλόμενον ὡς ἡ φωνὴ τοῦ κήρυκος. Κατὰ τοῦτον τὸν τρόπον χρὴ ληφθῆναι ἐπὶ τῶν ὁμωνύμων καὶ συνωνύμων τὸ «ὧν ὄνομα κοινόν». Καθ' αὑτό ἐστι τὸ πρώτως καὶ κατ' οὐσίαν προσόν τινι καὶ οὐ κατὰ συμβεβηκὸς ὡς τὸ λογικὸν τῷ ἀνθρώπῳ. Καθόλου ἐστὶ τὸ πολλὰ σημαῖνον ὡς ἄνθρωπος, ζῷον, οὐσία. Κατὰ συμβεβηκός ἐστιν, ὃ δύναται ὑπάρχειν τινὶ καὶ μὴ ὑπάρχειν ὡς τῷ ἀνθρώπῳ τὸ νοσεῖν καὶ ὑγιαίνειν. Ποιεῖν λέγεται ἐπὶ τῶν ποιητικῶν τεχνῶν, ἐφ' ὧν διαμένει τὸ γινόμενον ὡς ἐπὶ τεκτονικῆς καὶ τῶν τοιούτων· διαμένει γὰρ μετὰ τὴν ποίησιν ἡ κλίνη. Πράττειν λέγεται, ἐφ' ὧν οὐ διαμένει τὸ τέλος ἤγουν τὸ ἀποτέλεσμα ὡς ἐπὶ τῆς αὐλητικῆς καὶ ὀρχηστικῆς. Θεωρεῖν δὲ λέγεται τὸ νοεῖν, τὸ ἀστρονομεῖν, τὸ γεωμετρεῖν καὶ τὰ τοιαῦτα. Τὴν ἐπίνοιαν ὁ ἀληθὴς λόγος διττὴν ἀποφαίνεται. Ἡ μὲν γὰρ ἐπέννοιά τις καὶ ἐπενθύμησίς ἐστι τὴν ὁλοσχερῆ τῶν πραγμάτων καὶ ἀδιάρθρωτον ἐξαπλοῦσα καὶ διασαφοῦσα θεωρίαν καὶ γνῶσιν, ὡς τὸ αἰσθήσει δόξαν εἶναι ἁπλοῦν τῇ πολυπραγμοσύνῃ τοῦ νοῦ πολυμερές τε καὶ ποικίλον ἀναφαίνεσθαι, οἷον ὁ ἄνθρωπος ἁπλοῦς φαινόμενος τῇ ἐπινοίᾳ διπλοῦς κατανοεῖται, ἐκ ψυχῆς τε καὶ σώματος συγκείμενος, ἡ δὲ ἀνάπλασμα διανοίας τυγχάνει κατὰ συμπλοκὴν αἰσθήσεώς τε καὶ φαντασίας ἐκ τῶν ὄντων τὰ μηδαμῶς ὄντα συντιθεῖσα καὶ δοξάζουσα. Τοιαύτη δέ ἐστιν ἡ τῶν ἱπποκενταύρων καὶ σειρήνων καὶ τραγελάφων μυθοπλαστία. Τῶν γὰρ ὅλων τὰ μέρη λαμβάνουσα καὶ ἐκ τῶν μερῶν ἄλλο τι συντιθεῖσα κατὰ πολλὴν ἐξουσίαν τε καὶ εὐκολίαν τὰ μηδαμῶς ἐν ὑποστάσει τε καὶ οὐσίᾳ θεωρούμενα ἐν τῇ διανοίᾳ καὶ τοῖς λόγοις ἀνέπλασεν, εἶτα καὶ ταῖς ὕλαις διατυπουμένη ἀνειδωλοποίησεν· αὕτη δὲ λέγεται ψιλὴ ἐπίνοια. Ἕνωσις γίνεται κατὰ διαφόρους τρόπους· ἢ γὰρ κατὰ φυρμὸν γίνεται ὡς ἐπὶ διαφόρων ἀλεύρων ἀναφυρομένων καὶ μιγνυμένων,– ἢ κατὰ κόλλησιν ὡς ἐπὶ χαλκοῦ καὶ μολύβδου,– ἢ κατὰ ἁρμονίαν ὡς ἐπὶ λίθων καὶ ξύλων,– ἢ κατὰ σύγχυσιν ὡς ἐπὶ τῶν τηκτῶν καὶ τῶν μεταλλικῶν, τηκτῶν μὲν κηροῦ καὶ πίσσης καὶ τῶν τοιούτων, μεταλλικῶν δὲ χρυσοῦ καὶ ἀργύρου καὶ τῶν τοιούτων,– ἢ κατὰ ἀνάκρασιν ὡς ἐπὶ τῶν ὑγρῶν, οἴνου τυχὸν καὶ ὕδατος, οἴνου καὶ μέλιτος.– Ἡ δὲ κατὰ σύνθεσιν ἕνωσίς ἐστιν ἡ εἰς ἄλληλα τῶν μερῶν χωρὶς ἀφανισμοῦ περιχώρησις ὡς ἐπὶ ψυχῆς ἔχει καὶ τοῦ σώματος, ἥντινα ἕνωσίν τινες σύγκρασιν ἐκάλεσαν ἢ συμφυΐαν. Ἰστέον δέ, ὥς τινες τῶν πατέρων τὸ τῆς κράσεως ὄνομα ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου οὐ κατεδέξαντο, τὴν δὲ κατὰ σύνθεσιν ἕνωσιν ἅπαντες. Αὕτη δέ ἐστιν ἡ καθ' ὑπόστασιν ἕνωσις ἡ κατὰ σύνθεσιν. Καθ' ὑπόστασιν μὲν οὖν ἐστι τὸ ἐκ διαφόρων φύσεων ὑφεστὸς πρᾶγμα. Καὶ πάλιν καθ' ὑπόστασίν ἐστι τὸ ἐκ δύο μὲν πραγμάτων, ἐν ἑνὶ δὲ προσώπῳ. Καὶ ἔτι καθ' ὑπόστασιν ἕνωσίς ἐστιν ἡ ἑτέρᾳ ὑποστάσει προστρέχουσα φύσις. Κρᾶσις δέ ἐστι σωμάτων παράθεσις, ποιοτήτων ἀντέμβασις. Καὶ πάλιν κρᾶσίς ἐστιν οὐσιῶν ἀλλήλαις ἑτεροίων συνδρομὴ καὶ τῶν περὶ αὐτὰς ποιοτήτων ἀντεμβολή. Κρᾶσίς ἐστι σύζευξις σωμάτων ἀντικιρνώντων ἀλλήλοις τὰς ἐν αὐτοῖς ποιότητας. Ἔστιν ἕνωσις καὶ ἡ κατὰ παράθεσιν· ἔοικε δὲ τῇ κατὰ ἁρμονίαν. Πάλιν ἕνωσις λέγεται προσωπική, ὅταν τις τὸ τοῦ ἑτέρου ὑποδυόμενος πρόσωπον ἀντ' αὐτοῦ τοὺς ὑπὲρ αὐτοῦ ποιῆται λόγους, καὶ ἕνωσις σχετικὴ ὡς φίλου πρὸς φίλον. Ὁ δὲ Νεστόριος καὶ ἄλλας ἐπινοεῖ ἑνώσεις, κατὰ τὴν ἀξίαν φημὶ καὶ ὁμοτιμίαν καὶ ταυτοβουλίαν καὶ εὐδοκίαν καὶ ὁμωνυμίαν. Δεῖ δὲ γινώσκειν, ὅτι ἐπὶ τῆς καθ' ὑπόστασιν ἑνώσεως τὰ νοητὰ καὶ ἑνοῦνται τοῖς δυναμένοις αὐτὰ δέξασθαι ὡς τὰ συνεφθαρμένα καὶ ἑνούμενα μένει ἀσύγχυτα καὶ ἀδιάφθορα καὶ ἀναλλοίωτα ὡς τὰ παρακείμενα· τοιαύτην γὰρ ἔχει φύσιν τὰ νοητά. 66 Ὁρισμοὶ τῆς φιλοσοφίας εἰσὶν ἕξ. αʹ Φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων, ᾗ ὄντα ἐστίν, ἤγουν τῆς φύσεως αὐτῶν. βʹ Φιλοσοφία ἐστὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων. γʹ Φιλοσοφία ἐστὶ μελέτη θανάτου τοῦ τε προαιρετικοῦ τοῦ τε φυσικοῦ. δʹ Φιλοσοφία ἐστὶν ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ· ὁμοιούμεθα δὲ θεῷ κατὰ τὸ δίκαιον καὶ ὅσιον καὶ ἀγαθόν. Δίκαιον μὲν οὖν ἐστι τὸ τοῦ ἴσου διανεμητικὸν ἤτοι μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι μήτε λαμβάνειν πρόσωπον ἐν κρίσει, ἀλλ' ἀποδιδόναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ὅσιον δὲ τὸ ὑπὲρ τὸ δίκαιον ἤτοι τὸ ἀγαθὸν τὸ ἀδικούμενον ἀνέχεσθαι καὶ συγχωρεῖν τοῖς ἀδικοῦσι καὶ μᾶλλον εὐεργετεῖν αὐτούς. εʹ Φιλοσοφία ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν· ἡ γὰρ φιλοσοφία ἀρχή ἐστι πάσης τέχνης, δι' αὐτῆς γὰρ πᾶσα τέχνη εὕρηται. ʹ Φιλοσοφία ἐστὶ φιλία σοφίας· σοφία δὲ ἀληθὴς ὁ θεός ἐστιν. Ἡ οὖν ἀγάπη ἡ πρὸς τὸν θεόν, αὕτη ἐστὶν ἡ ἀληθὴς φιλοσοφία. Διαιρεῖται δὲ ἡ φιλοσοφία εἰς θεωρητικὸν καὶ πρακτικόν· τὸ θεωρητικὸν εἰς θεολογικόν, μαθηματικόν, φυσιολογικόν· τὸ μαθηματικὸν εἰς ἀριθμητικόν, μουσικόν, γεωμετρικόν, ἀστρονομικόν· τὸ δὲ πρακτικὸν εἰς ἠθικόν, οἰκονομικόν, πολιτικόν. Θεωρητικὸν μὲν οὖν ἐστι τὸ κατανοεῖν τά τε ἀσώματα καὶ ἄυλα ἤγουν περὶ θεοῦ, ὃ πρώτως καὶ κυρίως ἐστὶν ἀσώματον καὶ ἄυλον· ἔπειτα καὶ περὶ ἀγγέλων καὶ δαιμόνων καὶ ψυχῶν, ἃ καὶ αὐτὰ ὅσον πρὸς τὸ σῶμα ἄυλα λέγονται, εἰ καὶ πρὸς τὸ κυρίως ἄυλον ἤγουν τὸ θεῖον ὑλικά εἰσι. Τοῦτο τοίνυν ἐστὶ τὸ θεολογικόν. Θεωρεῖν δέ ἐστι καὶ τὴν τῶν ὑλικῶν φύσιν ἤγουν ζῴων καὶ φυτῶν καὶ λίθων καὶ τῶν τοιούτων, ὅπερ ἐστὶ τὸ φυσιολογικόν. Θεωρεῖν δὲ καὶ τὰ μέσα τούτων, ἃ ποτὲ μὲν ἐν ὕλῃ θεωροῦνται, ποτὲ δὲ ἐκτὸς ὕλης καὶ μέσα εἰσὶ τῶν ἀύλων καὶ ὑλικῶν, ὅπερ ἐστὶ τὸ μαθηματικόν. Ὁ γὰρ ἀριθμὸς ἄυλός ἐστι καθ' ἑαυτόν, θεωρεῖται δὲ καὶ ἐν ὕλῃ, σίτῳ τυχὸν ἢ οἴνῳ· λέγομεν γὰρ δέκα μοδίους σίτου καὶ δέκα ξέστας οἴνου· ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν εἰδῶν τοῦ μαθηματικοῦ. Τὸ δὲ πρακτικὸν ἦθος κοσμεῖ καὶ τὸ πῶς δεῖ πολιτεύεσθαι διδάσκει· καὶ εἰ μὲν ἕνα ἄνθρωπον παιδεύει, λέγεται ἠθικόν, εἰ δὲ οἶκον ὅλον, λέγεται οἰκονομικόν, εἰ δὲ πόλιν ὁλόκληρον, λέγεται πολιτικόν. Ἰστέον, ὡς τέσσαρές εἰσιν αἱ διαλεκτικαὶ μέθοδοι ἤγουν λογικαί· αʹ διαιρετική, ἥτις διαιρεῖ τὸ γένος εἰς εἴδη διὰ μέσων τῶν διαφορῶν· βʹ ὁριστική, ἥτις ἀπὸ τοῦ γένους καὶ τῶν διαφορῶν, ὧν διεῖλεν ἡ διαιρετική, ὁρίζει τὸ ὑποκείμενον· γʹ ἀναλυτικὴ ἡ τὸ συνθετικώτερον ἀναλύουσα εἰς τὰ ἁπλούστερα, τουτέστι τὸ σῶμα εἰς τοὺς χυμούς, τοὺς χυμοὺς εἰς τοὺς καρπούς, τοὺς καρποὺς εἰς τὰ τέσσαρα στοιχεῖα, τὰ στοιχεῖα εἰς ὕλην καὶ εἶδος· δʹ ἀποδεικτικὴ ἡ διὰ μέσου τινὸς δεικνύουσα τὸ προκείμενον· οἷον πρόκειταί μοι δεῖξαι, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστι· λαμβάνω τι μέσον, τὸ ἀεικίνητον, καὶ συλλογίζομαι οὕτως· Ἡ ψυχὴ ἀεικίνητός ἐστι· τὸ ἀεικίνητον ἀθάνατον· ἡ ψυχὴ ἄρα ἀθάνατος. Ἰστέον δέ, ὡς οἱ συλλογισμοὶ τῆς ἀποδεικτικῆς εἰσι. Δεῖ δὲ γινώσκειν, ὅτι ἡ ἀναλυτικὴ τρισσή τίς ἐστιν· ἔστι γὰρ φυσικὴ ὡς ἡ προλεχθεῖσα· ἔστι δὲ καὶ λογικὴ ἀνάλυσις, ὅταν τὸν προτεθέντα συλλογισμὸν ἀναλύσωμεν εἰς τὸ οἰκεῖον σχῆμα· ἔστι δὲ καὶ μαθηματική, ὅταν λάβωμεν τὸ ζητούμενον ὡς ὁμολογούμενον καὶ καταντήσωμεν εἴς τι ὁμολογούμενον, ὅθεν ἀγρεύεται τὸ προκείμενον. Οἷον ἔστω τὸ ζητούμενον· Εἰ ἀθάνατος ἡ ψυχή. Τοῦτο τὸ ζητούμενον λαμβάνω ὡς ὁμολογούμενον καὶ λέγω· Ἐπειδὴ ἀθάνατος ἡ ψυχή, εἰσὶν ἀμοιβαὶ τῶν φαύλων καὶ ἀγαθῶν πράξεων· εἰ δέ εἰσιν ἀμοιβαί, ἔστι τὸ δικαζόμενον καὶ δικάζον· εἰ δέ ἐστι τὸ δικαζόμενον καὶ δικάζον, ἔστι προνοητὴς καὶ πρόνοια. Κατηντήσαμεν τοίνυν εἰς τὴν πρόνοιαν, ἥτις παρὰ πᾶσιν ὁμολογεῖται. Ἔνθεν λοιπὸν κατὰ σύνθεσιν λέγω· Ἐπειδὴ ἔστι πρόνοια καὶ δικαστής, εἰσὶν ἀμοιβαί· ἐπειδὴ εἰσὶν ἀμοιβαί, ἔστι τὸ κρινόμενον· εἰ δὲ ἔστι τὸ κρινόμενον, ἀθάνατος ἄρα ἡ ψυχή. 67 Περὶ τῆς καθ' ὑπόστασιν ἑνώσεως. Χρὴ γινώσκειν, ὅτι ἡ καθ' ὑπόστασιν ἕνωσις μίαν ὑπόστασιν τῶν ἑνουμένων ἀποτελεῖ σύνθετον σῴζουσα τὰς συνελθούσας πρὸς ἕνωσιν φύσεις καὶ τὴν τούτων διαφορὰν καὶ τὰ τούτων φυσικὰ ἰδιώματα ἀσύγχυτά τε καὶ ἄτρεπτα ἐν ἑαυτῇ. Αὕτη δὲ πρὸς ἑαυτὴν οὐδεμίαν ὑποστατικὴν ἔχει διαφοράν· αὐτῆς γὰρ γίνονται αἱ ἑκατέρου τῶν συνελθόντων πρὸς ἕνωσιν χαρακτηριστικαὶ διαφοραί, αἷς ἑκατέρων ἐκ τῶν ὁμοειδῶν χωρίζονται, ὡς ἐπὶ ψυχῆς ἔχει καὶ σώματος. Μία μὲν γὰρ ἐξ ἀμφοτέρων ἀποτελεῖται ἡ τοῦ Πέτρου τυχὸν ἢ τοῦ Παύλου ὑπόστασις σύνθετος, σῴζει δὲ ἐν ἑαυτῇ τὰς δύο τελείας φύσεις, τήν τε τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ τὴν τούτων διαφορὰν ἀσύμφυρτον καὶ τὰ τούτων φυσικὰ ἰδιώματα ἀσύγχυτα. Ἔχει δὲ ἐν ἑαυτῇ τὰ ἑκατέρας χαρακτηριστικὰ ἰδιώματα τά τε τῆς ψυχῆς τὰ χωρίζοντα αὐτὴν ἐκ τῶν λοιπῶν ψυχῶν καὶ τὰ τοῦ σώματος τὰ χωρίζοντα αὐτὸ ἐκ τῶν λοιπῶν σωμάτων, μηδαμῶς χωρίζοντα τὴν ψυχὴν ἐκ τοῦ σώματος ἀλλ' ἑνοῦντα καὶ συνάπτοντα, ἅμα δὲ τὴν ἐξ αὐτῶν συντεθειμένην μίαν ὑπόστασιν χωρίζοντα τῶν λοιπῶν ὁμοειδῶν ὑποστάσεων. Ἐπειδὰν δὲ ἅπαξ αἱ φύσεις τὴν πρὸς ἄλληλα καθ' ὑπόστασιν δέξωνται ἕνωσιν, ἀδιαίρετοι μένουσιν εἰς τὸ παντελές. Εἰ γὰρ καὶ χωρίζεται ἡ ψυχὴ τοῦ σώματος ἐν τῷ θανάτῳ, ἀλλ' ἡ ὑπόστασις ἀμφοτέρων μία καὶ ἡ αὐτή ἐστιν· ὑπόστασις γάρ ἐστιν ἡ ἐν τῇ ἀρχῇ τῆς ἑκάστου ὑπάρξεως κατ' αὐτὸ σύμπηξις. Μένει οὖν τό τε σῶμα καὶ ἡ ψυχή, ἀεὶ μίαν τὴν ἀρχὴν τῆς ἑαυτῶν ἔχοντα ὑπάρξεώς τε καὶ ὑποστάσεως, εἰ καὶ χωρισθῶσιν ἀλλήλων. Δεῖ δὲ γινώσκειν, ὅτι φύσεις μὲν ἑνωθῆναι ἀλλήλαις καθ' ὑπόστασιν ἐνδέχεται ὡς ἐπὶ τοῦ ἀνθρώπου καὶ φύσιν προσληφθῆναι ὑπὸ ὑποστάσεως καὶ ἐν αὑτῇ ὑποστῆναι δυνατόν, ἅπερ ἀμφότερα ἐπὶ τοῦ Χριστοῦ θεωροῦνται– καὶ γὰρ ἐν αὐτῷ καὶ αἱ φύσεις, ἡ θεία τε καὶ ἡ ἀνθρωπίνη, ἡνώθησαν, καὶ ἐν τῇ προϋπαρχούσῃ τοῦ θεοῦ λόγου ὑποστάσει ὑπέστη ἡ ἔμψυχος αὐτοῦ σὰρξ καὶ αὐτὴν ἔσχεν ὑπόστασιν,– ἐκ δύο δὲ φύσεων ἀποτελεσθῆναι μίαν φύσιν σύνθετον ἢ ἐκ δύο ὑποστάσεων μίαν ὑπό στασιν παντελῶς ἀδύνατον· διότι ἀδύνατον τὰς ἐναντίας οὐσιώδεις διαφορὰς ἐν μιᾷ φύσει συνυπάρξαι ἀλλήλαις· τούτων γὰρ ἔργον ἐστὶν ἀποδιιστᾶν ἀλλήλων τὰς φύσεις, ἐν αἷς ὑπάρξουσι. Καὶ πάλιν ἀδύνατον τὰ ἅπαξ καθ' ἑαυτὰ ὑποστάντα ἑτέραν ἀρχὴν ὑποστάσεως σχεῖν· ἡ γὰρ ὑπόστασις ἡ καθ' ἑαυτό ἐστιν ὕπαρξις. Ἰστέον δέ, ὡς ἐπὶ τῆς ἁγίας τριάδος ὑπόστασίς ἐστιν ὁ ἄναρχος τρόπος τῆς ἑκάστου ἀιδίου ὑπάρξεως. Χρὴ δὲ εἰδέναι, ὅτι, ἡνίκα σύνθετος γένηται φύσις, δεῖ ὁμόχρονα τὰ μέρη εἶναι καὶ ἐξ ἑτέρων ἕτερον ἀποτελεῖται μὴ φυλάττον ἀλλὰ τρέπον καὶ ἀλλοιοῦν τὰ ἐξ ὧν συνετέθη, ὡς ἐκ τῶν τεσσάρων στοιχείων ἀποτελουμένου τοῦ σώματος ἄλλο ἐξ ἄλλων γέγονε καὶ οὔτε πῦρ τέλειον οὔτε τι τῶν ἄλλων ἐστὶν ἢ λέγεται, καὶ ὡς ἐξ ἵππου καὶ ὄνου ἡμίονος· οὔτε γὰρ ἵππος οὔτε ὄνος ἐστὶν ἢ λέγεται ἀλλ' ἐξ ἑτέρων ἕτερον, μηδ' ὁπότερον τῶν, ἐξ ὧν συνετέθη, φυλάττον ἀσύγχυτόν τε καὶ ἄτρεπτον. 68 Ἀνάγκη ἐστὶ βίας αἰτία.– Στοιχεῖόν ἐστι κοινῶς μέν, ἐξ οὗ τι γίνεται πρώτου, καὶ εἰς αὐτὸ ἐπ' ἐσχάτου ἀναλύεται· ἰδίως δὲ στοιχεῖόν ἐστιν, ἐξ οὗ γίνεται σῶμα καὶ εἰς αὐτὸ ἀναλύεται, οἷον πῦρ, ὕδωρ, ἀήρ, γῆ. Πῦρ ἐστι σῶμα λεπτομερέστατον καὶ θερμότατον καὶ ξηρότατον· γῆ ἐστι σῶμα ξηρότατον καὶ βαρύτατον· ὕδωρ ἐστὶ σῶμα ὑγρὸν καὶ ψυχρότατον· ἀήρ ἐστι σῶμα ὑγρότατον καὶ μαλακόν. Γένεσίς ἐστι κίνησις κατ' οὐσίαν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι· φθορά ἐστι κίνησις ἐκ τοῦ ὄντος εἰς τὸ μὴ εἶναι. Αὔξησίς ἐστι κίνησις ἐν τῷ ποσῷ κατὰ μέγεθος· φθίσις ἐστὶ κίνησις ἐν τῷ ποσῷ κατὰ μείωσίν τε καὶ ἐλάττωσιν. Ἀλλοίωσίς ἐστι κίνησις ἐν τῷ ποιῷ κατὰ μεταβολήν. Φορά ἐστι κίνησις ἐκ τόπου εἰς τόπον· περιφορά ἐστι κίνησις ἐν τῷ αὐτῷ τόπῳ. Αὐτοκινησία ἐστὶν ἡ τῆς ψυχῆς ἐν τοῖς ζῴοις κίνησις. Χρόνος ἐστὶ μέτρον κινήσεως καὶ ἀριθμὸς τοῦ ἐν κινήσει προτέρου καὶ ὑστέρου. Ἡμέρα ἐστὶν ἡλίου ὑπὲρ γῆς φορὰ ἢ χρόνος, ἐν ᾧ ὁ ἥλιος ὑπὲρ γῆς φέρεται· νύξ ἐστι σώματος τῆς γῆς σκιὰ ἢ χρόνος, ἐν ᾧ ὁ ἥλιος ὑπὸ γῆν φέρεται. Νυχθήμερόν ἐστι κόσμου περιστροφή. Μήν ἐστι χρόνος ἀπὸ συνόδου σελήνης πρὸς ἥλιον ἐπὶ τὴν ἑξῆς σύνοδον. Ἐνιαυτός ἐστι χρόνος, ἐν ᾧ ὁ ἥλιος τὸν ζωδιακὸν διέξεισι κύκλον. Καιρός ἐστι χρόνος κατορθώματος· ἀκαιρία ἐστὶ λεῖψις καιροῦ κατὰ ἐπιτυχίαν προθυμίας τοῦ ζητουμένου. Ὥρα ἐστὶ μέρος ἐνιαυτοῦ τὸ τέταρτον ἢ τῆς ἡμέρας τὸ δωδέκατον ἢ ἀκμὴ ψυχῆς ἢ σώματος ἄνθος ἢ νεότητος κάλλος. Ἔαρ ἐστὶ χρόνος, ἐν ᾧ τὸ ὑγρὸν ἐπικρατεῖ· θέρος ἐστὶ χρόνος, ἐν ᾧ τὸ θερμὸν ἐπικρατεῖ· φθινόπωρόν ἐστι χρόνος, ἐν ᾧ τὸ ξηρὸν ἐπικρατεῖ· χειμών ἐστι χρόνος, ἐν ᾧ τὸ ψυχρὸν ἐπικρατεῖ. Πωγωνίας ἐστὶν ἀστροειδὲς πυρὸς ἄθροισμα ἔμπροσθεν ἔχον τὰς ἀκτῖνας. Κομήτης ἐστὶ πυροειδὲς ἄστρων ἄθροισμα κόμης κεφαλῆς δίκην κύκλωθεν ἐκπέμπων ἀκτῖνας. Δοκίας ἐστὶν ἀστροειδὴς κοντὸς ἤγουν δοκὸς τὴν πυρώδη ἐπὶ τὰ ἄνω ἐκπέμπων ἀκτῖνα. Λαμπάς ἐστιν ἄναψις καὶ ἄθροισμα πυρός. Ἶρίς ἐστιν ἔμφασις ἡλίου σεμνοειδὴς ἐν νέφει κοίλῳ καὶ δροσώδει ἐν κύκλου τάξει φαινομένη περιφερὴς ὡς ἐν κατόπτρῳ πρὸς αἴσθησιν ἢ ἔμφασιν ἄστρου διὰ πύκνωσιν ἀέρος γινομένη. Παρήλιός ἐστι νέφος περιφερές, πυκνόν, ὅμοιον ἡλίῳ, ἢ ἔμφασις ἡλίου ἐν νέφει πυκνῷ καὶ λείῳ. Κεραυνός ἐστιν ἑλικοειδὲς πνεῦμα κίνησιν ποιοῦν διάπυρον καὶ ἄνωθεν κάτω διὰ πυρὸς φλογώδους φερόμενον καὶ ἐμπυρίζον κύκλῳ. Τυφώς ἐστι ἑλικοειδὴ κίνησις ἀέρος ζοφώδους ἄνωθεν ἐπὶ γῆς τεταμένη. Πρηστήρ ἐστιν ἑλικοειδὴς κίνησις διαυγοῦς ἀέρος ἄνωθεν κάτω φερομένη. Σκηπτός ἐστι κεραυνὸς ἄνευ νεφῶν. Χάλαζά ἐστιν ὁλοπαγὲς ὕδωρ ὑπὲρ γῆς πεπηγυῖα· κρύσταλλός ἐστιν ὁλοπαγὲς ὕδωρ ἐπὶ γῆς· χιών ἐστιν ἡμιπαγὲς ὕδωρ διὰ νεφῶν ἐπὶ γῆν καταβαίνουσα· πάχνη ἐστὶν ὁλοπαγὲς ὕδωρ δι' ἄλλης ὑγρᾶς ὕλης ἐπὶ γῆς πεπηγυῖα. Ὄμβρος ἐστὶν ἀθρόον ὕδωρ ἐκ νεφῶν ἐκκρινόμενον· ὑετός ἐστι ψεκάδων ἄθροισμα· ψεκάς ἐστι νοτὶς ἀθρόα σταγόνων. Ὀμίχλη ἐστὶ σύστασις πρὸ νέφους· ἀτμός ἐστι πλῆθος ἀναθυμιάσεων ἐπὶ γῆς. Λίμνη ἐστὶν ὕδωρ πολύ, γλυκὺ καὶ ἄθρουν διὰ κοίλου καὶ κατάντους χωροῦν ἐν συστάσει. Θάλασσά ἐστιν ὕδωρ ἁλμυρὸν καὶ πικρὸν τὰ κοῖλα τῶν κόλπων πληροῦν τῆς κατωτάτης γῆς. Κρήνη ἐστὶν ἀπόῤῥυτος πηγῆς ἀρχὴ ἢ ὕδωρ ἐκ μεταβολῆς τῆς γῆς γεννώμενον καὶ ἐκκρινόμενον. Σεισμός ἐστι κίνησις πνεύματος ἀθρόα ὑπὸ γῆν εἰσδύνουσα καὶ ταύτην κλονεῖσθαι ἀναγκάζουσα. Πυροκρατήρ ἐστι στόμιον πυρὸς ἐγγαίου ἔξω ῥέοντος καὶ ἀναπνοή. Λύρα ἐστὶν ἱστὸς διὰ νεύρων ἐσκευασμένη. Τέλος τῶν φιλοσόφων.