Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Disputatio Christiani et Saraceni
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.1
Ὁ Σαρακηνὸς ἐρώτα τὸν Χριστιανὸν λοιπόν· Τίς ἐστι παρὰ σοὶ μείζων, ὁ ἁγιάζων ἢ ὁ ἁγιαζόμενος; Γνοὺς δὲ ὁ Χριστιανὸς τὴν ἔνοπλον αὐτοῦ ἐρώτησιν εἶπεν· Ὃ θέλεις εἰπεῖν, γινώσκω. Ὁ Σαρακηνός· Καὶ εἰ οἶδας, ἀνάγγειλόν μοι. Ὁ Χριστιανὸς ἔφη, ὅτι· Ἐάν σοι εἴπω· Ὁ ἁγιάζων μείζων τοῦ ἁγιαζομένου, ἐρεῖς μοι· Ἄπελθε, προσκύνησον τὸν βαπτιστὴν Ἰωάννην ὡς βαπτίσαντα καὶ ἁγιάσαντα τὸν Χριστόν σου. Ὁ δὲ Σαρακηνός· Οὕτως, φησί, σοὶ ἤθελον εἰπεῖν. Αἰνιγματωδῶς ἔφη ὁ Χριστιανὸς πρὸς τὸν Σαρακηνόν· Ἀπερχομένου σου μετὰ τοῦ δούλου σου ἐν τῷ βαλανείῳ καὶ λουόμενος ὑπ' αὐτοῦ καὶ καθαιρόμενος, τίνα ἔχεις εἰπεῖν μείζονα, ἐκεῖνον τὸν οἰκτρὸν δοῦλον καὶ ἀργυρώνητον ἢ σὲ τὸν καθαρθέντα ὑπ' αὐτοῦ ὥς τε καὶ δεσπότην αὐτοῦ ὄντα; Ἐμαυτὸν λέγεις μείζονα τὸν κτισάμενον ἢ ἐκεῖνον τὸν ὑπὲρ ἐμοῦ κτισθέντα, εἶπεν ὁ Σαρακηνὸς πρὸς τὸν Χριστιανόν. Ὁ δὲ Χριστιανὸς ἀπεκρίθη· Εὐχαριστῶ τῷ θεῷ. Οὕτως μοι νόει καὶ τὸν Ἰωάννην ὡς δοῦλον καὶ οἰκέτην ὑπουργήσαντα τῷ Χριστῷ ἐν τῷ Ἰορδάνῃ, ἐν ᾧ βαπτισθεὶς ὁ σωτήρ μου τῶν ἐκεῖσε ἐμφωλευόντων πονηρῶν δαιμόνων τὰς κεφαλὰς συνέτριψεν. Ὁ δὲ Σαρακηνὸς σφόδρα θαυμάσας καὶ ἀπορήσας καί τι ἀποκριθῆναι μὴ ἔχων τῷ Χριστιανῷ ἀνεχώρησεν μηκέτι προσβάλλων αὐτῷ.

Intertext edge

Open linked passage

Note