Disputatio Christiani et Saraceni
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Ἐρωτηθεὶς ὁ Χριστιανὸς παρὰ Σαρακηνοῦ· Τίνα λέγεις αἴτιον καλοῦ καὶ κακοῦ; ὁ Χριστιανός· Πάντων τῶν ἀγαθῶν οὐδένα φαμὲν αἴτιον εἶναι εἰ μὴ τὸν θεόν, κακῶν δὲ οὔ. Καὶ ἀποκριθεὶς ὁ Σαρακηνὸς εἶπεν· Τίνα λέγεις αἴτιον τῶν κακῶν; Ὁ Χριστιανός· Τὸν ἀπὸ γνώμης ὄντα διάβολον δηλονότι καὶ ἡμᾶς τοὺς ἀνθρώπους. Ὁ Σαρακηνός· Χάριν τίνος; Ὁ Χριστιανός· Διὰ τὸ αὐτεξούσιον. Ὁ Σαρακηνός· Τί οὖν· Αὐτεξούσιος εἶ καί, ὅσα θέλεις, δύνασαι ποιεῖν καὶ ποιεῖς; Ὁ Χριστιανός· Εἰς δύο μόνα πέπλασμαι ὑπὸ τοῦ θεοῦ αὐτεξούσιος. Ὁ Σαρακηνός· Ποῖα ταῦτα; Ὁ Χριστιανός· Κακοπραγεῖν καὶ ἀγαθοπραγεῖν, ὅ ἐστι καλὸν καὶ κακόν. Χάριν τούτου κακὰ μὲν πράττων τιμωροῦμαι ὑπὸ νόμου τοῦ θεοῦ, ἀγαθὰ δὲ πράττων οὐ φοβοῦμαι τὸν νόμον, ἀλλὰ καὶ τιμῶμαι καὶ ἐλεοῦμαι ὑπὸ τοῦ θεοῦ. Ὁμοίως καὶ ὁ διάβολος πρὸ τῶν ἀνθρώπων αὐτεξούσιος πέπλασται ὑπὸ τοῦ θεοῦ καὶ ἡμάρτησεν, καὶ ὁ θεὸς τῆς ἰδίας τάξεως ἐξέωσεν αὐτόν. Ἀλλ' ἴσως καὶ ἐρεῖς μοι ἀντιλέγων· Ποῖά εἰσιν, ἃ λέγεις καλὰ καὶ κακά; Ἰδοὺ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες καλοί εἰσιν· ποίησον ἓν ἐκ τούτων. Οὐ χάριν τούτου προλέγω σοι· κατὰ τῶν ἀνθρώπων ἐργάζομαι καλὰ καὶ κακά. Καλὰ μέν, οἷόν ἐστι δοξολογία θεοῦ καὶ προσευχὴ καὶ ἐλεημοσύνη καὶ τὰ τούτοις ὅμοια, κακὰ δὲ πορνεία, κλεψία καὶ τὰ ὅμοια· ἐπεί, ὡς λέγεις σύ, καλὰ καὶ κακὰ ἐκ θεοῦ εἶναι, εὑρεθήσεται ὁ θεὸς κατὰ σὲ ἄδικος, ὅπερ οὐκ ἔστιν· ἐπεὶ γὰρ ὁ θεὸς προσέταξεν, ὡς σὺ λέγεις, τὸν πόρνον πορνεύειν καὶ τὸν κλέπτην κλέπτειν καὶ τὸν ἀνδροφόνον ἀνδροφονεῖν, ἄξιοί εἰσιν τιμῆς· τὸ γὰρ θέλημα τοῦ θεοῦ ἐποίησαν. Εὑρεθήσονται καὶ οἱ νομοθέται σου ψευδεῖς καὶ τὰ βιβλία σου ψευδεπίγραφα, ἐπειδὴ προστάττουσι τὸν πόρνον καὶ τὸν κλέπτην δέρεσθαι ποιήσαντας τὸ θέλημα τοῦ θεοῦ καὶ τὸν ἀνδροφόνον ἀποκτανθῆναι, ὃν ἔδει τιμηθῆναι, ἐπειδὴ τὸ θέλημα τοῦ θεοῦ ἐποίησεν. Ὁ δὲ Σαρακηνός· Τίς, φησί, πλάττει τὰ βρέφη ἐν κοιλίαις γυναικῶν; Τοῦτο γὰρ προβάλλονται οἱ Σαρακηνοὶ πρὸς ἡμᾶς πρόβλημα δεινότατον θέλοντες ἀποδεῖξαι τὸν θεὸν αἴτιον τῶν κακῶν. Εἰ γὰρ ἀποκριθεὶς λέγω, ὅτι ὁ θεὸς πλάττει τὰ βρέφη ἐν κοιλίαις γυναικῶν, ἐρεῖ ὁ Σαρακηνός· Ἰδοὺ ὁ θεὸς σύνεργός ἐστι τῷ πόρνῳ καὶ τῷ μοιχῷ. Ὁ Χριστιανὸς πρὸς ταῦτα ἀποκρίνεται· Οὐδαμῶς εὑρίσκομεν μετὰ τὴν πρώτην ἑβδομάδα τῆς κοσμοποιίας τὴν γραφὴν λέγουσαν πλάττειν τὸν θεὸν ἢ κτίζειν τι. Εἰ δὲ ἀμφιβάλλεις περὶ τούτου, δεῖξον σὺ κτίσμα ἢ πλάσμα οἱονδηποτοῦν μετὰ τὴν πρώτην ἑβδομάδα γενόμενον ὑπὸ τοῦ θεοῦ, ἀλλ' οὐδαμῶς δύνασαι τοῦτο ἀποδεῖξαι· πάντα γὰρ τὰ ὁρατὰ κτίσματα τὴν πρώτην ἑβδομάδα γεγόνασιν. Ἔπλασεν γὰρ ὁ θεὸς τὸν ἄνθρωπον τὴν πρώτην ἑβδομάδα καὶ προσέταξεν αὐτὸν γεννᾶν καὶ γεννᾶσθαι εἰπών· «Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν.» Καὶ ἐπειδὴ ἔμψυχος ἦν ὁ ἄνθρωπος ἔμψυχον σπέρμα ἔχων, ἐν τῇ ἰδίᾳ γυναικὶ σπορὰ ἀνεφύη. Ὥστε ἄνθρωπος ἄνθρωπον γεννᾷ, καθάπερ ἡ θεία γραφὴ λέγει· «Ἀδὰμ γὰρ ἐγέννησε τὸν Σήθ, καὶ ὁ Σὴθ ἐγέννησε τὸν Ἐνώς, καὶ Ἐνὼς ἐγέννησε τὸν Καϊνάν, καὶ Καϊνὰν ἐγέννησε τὸν Μαλελεήλ, καὶ Μαλελεὴλ ἐγέννησε τὸν Ἰάρεδ, καὶ Ἰάρεδ ἐγέννησε τὸν Ἑνώχ». Καὶ οὐκ εἶπεν· Ὁ θεὸς ἔπλασε τὸν Σὴθ ἢ τὸν Ἐνὼς ἢ ἄλλον τινά, καὶἐντεῦθεν γινώσκομεν, ὅτι μονώτατος ὁ Ἀδὰμ πέπλασται ὑπὸ τοῦ θεοῦ, οἱ δὲ μετ' ἐκεῖνον γεννῶνται καὶ γεννῶσιν ἕως τοῦ παρόντος. Καὶ οὕτως χάριτι θεοῦ ὁ κόσμος συνίσταται, ἐπειδὴ καὶ πᾶσα βοτάνη καὶ πᾶν φυτὸν προστάξει τοῦ θεοῦ ἀπὸ τότε γεννᾷ καὶ γεννᾶται– ἔφη γὰρ ὁ θεός· «Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου»– καὶ τῷ προστάγματι αὐτοῦ ἐβλάστησεν ἕκαστον δένδρον, εἶδος βοτάνης καὶ φυτοῦ ἐν ἑαυτῷ ἔχει σπερματικὴν δύναμιν. Ἡ σπορὰ δὲ παντὸς φυτοῦ καὶ βοτάνης ἔμψυχός ἐστιν, ἥτις ἐν τῇ γῇ πάλιν ἀφ' ἑαυτῆς πίπτουσα ἢ καὶ ὑπὸ ἄλλου σπερομένη ἀναβλαστάνει, μὴ πλαττομένη ὑπό τινος, ἀλλὰ τῷ πρώτῳ προστάγματι τοῦ θεοῦ ὑπακούουσα. Ἰδοὺ καὶ ἐγώ, καθὰ πρώην ἔφην, αὐτεξούσιος ὤν, ἐν οἷς μόνοις προεῖπα, ὅπου ἐὰν σπείρω κἂν εἰς ἰδίαν γυναῖκα, κἂν εἰς ἀλλοτρίαν τῇ ἐξουσίᾳ μου χρώμενος, ἀναβλαστάνει καὶ γίνεται τῷ πρώτῳ προστάγματι τοῦ θεοῦ ὑπακούουσα, οὐχ ὅτι καὶ νῦν καθ' ἑκάστην ἡμέραν πλάττει καὶ ἐργάζεται, ἐπειδὴ ἐν τῇ πρώτῃ ἑβδομάδι «ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὸν σύμπαντα κόσμον ἐν ἓξ ἡμέραις καὶ τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ποιεῖν», καθὼς καὶ ἡ γραφὴ μαρτυρεῖ μοι. Ὁ δὲ Σαρακηνός· Καὶ πῶς φησιν ὁ θεὸς πρὸς Ἰερεμίαν· «Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε καὶ ἐκ μήτρας ἡγίακά σε;» Ὁ Χριστιανός· Παντὸς ἀνδρὸς ἐν κοιλίᾳ ἔπλασεν ὁ θεὸς τὴν ἔμψυχον καὶ σπερματικὴν δύναμιν ἀπὸ Ἀδὰμ καὶ καθεξῆς. Ἀδὰμ γὰρ ἐν κοιλίᾳ ἔχων τὸν Σὴθ ἐγέννησεν, ὡς προεῖπον, καὶ Σὴθ τὸν Ἐνώς, καὶ ἕκαστος ἄνθρωπος προέχων ἐν τῇ κοιλίᾳ αὐτοῦ υἱὸν καὶ ὁ υἱὸς ἐγέννησε καὶ γεννᾷ μέχρι τοῦ παρόντος. Τὸ δὲ «ἐκ μήτρας ἡγίακά σε» νόησον τὴν ὄντως γεννῶσαν τὰ τέκνα τοῦ θεοῦ κατὰ τὴν μαρτυρίαν τοῦ ἁγίου εὐαγγελίου· «ὅσοι γὰρ ἔλαβον αὐτόν, φησίν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος ἀνδρὸς οὐδὲ ἐκ θελήματος σαρκός, ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν» διὰ τοῦ βαπτίσματος.