Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Disputatio Christiani et Saraceni
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
Ὁ δὲ ἐναντίος· Καὶ ἦν πρὸ Χριστοῦ βάπτισμα; Ὁ γὰρ Ἰερεμίαςπρὸ Χριστοῦ γεννᾶται. Ὁ Χριστιανός· Ἦν κατὰ τὴν μαρτυρίαν τοῦ ἁγίου ἀποστόλου φάσκοντος, ὅτι οἱ μὲν διὰ νεφέλης, οἱ δὲ διὰ θαλάσσης ἐβαπτίσθησαν. Καὶ ὁ κύριος ἐν εὐαγγελίοις φησίν· «Ἐὰν μή τις γεννηθῇ δι' ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Ὥστε ὁ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ οἱ λοιποὶ πρὸ Χριστοῦ ἅγιοεἰσερχόμενοι εἰς τὴν βασιλείαν τῶν οὐρανῶν προεβαπτίσθησαν, ἐπεὶ κατὰ τὴν μαρτυρίαν τοῦ Χριστοῦ, εἰ μὴ ἐβαπτίσθησαν, οὐκ ἂν ἐσῴζοντο. Μαρτυρεῖ δὲ τὸ πνεῦμα τὸ ἅγιον λέγον· «Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας», τουτέστι τῆς τοῦ βαπτίσματος. Χάριν τούτου ὁμολογοῦμεν, ὅτι πάντες οἱ σωθέντες καὶ οἱ σῳζόμενοι διὰ βαπτίσματος ἐσώθησαν καὶ σῴζονται χάριτι θεοῦ.

Intertext edge

Open linked passage

Note