Disputatio Christiani et Saraceni
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Ὁ Σαρακηνός· Τὸν ποιοῦντα τὸ θέλημα αὐτοῦ τοῦ θεοῦ καλὸν εἶναι λέγεις ἢ κακόν; Γνοὺς δὲ τὴν πανουργίαν αὐτοῦ ὁ Χριστιανὸς ἔφη· Ὃ θέλεις εἰπεῖν, ἐπίσταμαι. Ὁ Σαρακηνός· Φανέρωσόν μοι αὐτό. Ὁ Χριστιανός· Εἰπεῖν θέλεις, ὅτι ὁ Χριστὸς θέλων ἔπαθεν ἢ μὴ θέλων; Καὶ ἐάν σοι εἴπω· Θέλων ἔπαθεν, ἵνα μοι εἴπῃς· Ἄπελθε λοιπόν, προσκύνησον τοὺς Ἰουδαίους, διότι τὸ θέλημα τοῦ θεοῦ σου ἐποίησαν. Ὁ Σαρακηνός· Οὕτως, φησί, σοὶ ἤθελον εἰπεῖν· εἰ ἔστι σοι λόγος, ἀποκρίθητί μοι. Ὁ Χριστιανός· Ὅ τι σὺ λέγεις θέλημα εἶναι, ἐγὼ λέγω ἀνοχὴν καὶ μακροθυμίαν. Ὁ Σαρακηνός· Πόθεν δύνῃ τοῦτο παραστῆσαι; Ὁ Χριστιανός· Διὰ πράγματος· διὸ καθημένου ἐμοῦ καὶ σοῦ ἢ ἱσταμένου δύναταί τις ἐξ ἡμῶν ἄνευ τῆς ἐξουσίας καὶ δεσποτείας τοῦ θεοῦ ἀναστῆναι ἢ κινηθῆναι; Καὶ ὁ Σαρακηνός· Οὔ. Ὁ Χριστιανός· Τοῦ θεοῦ εἰπόντος· «Μὴ κλέψῃς, μὴ πορνεύσῃς, μὴ φονεύσῃς», θέλει, ἵνα κλέψωμεν καὶ πορνεύσωμεν καὶ φονεύσωμεν; Ὁ Σαρακηνός· Οὐχί· εἰ γὰρ ἤθελεν, οὐκ ἂν εἶπεν· «Μὴ κλέψῃς, μὴ πορνεύσῃς, μὴ φονεύσῃς.» Ὁ Χριστιανός· Δόξα τῷ θεῷ, ὅτι σὺ ὡμολόγησας λέγων, ἃ θέλω εἰπεῖν. Ἰδοὺ συνέθου μοι, ὅτι οὐδεὶς ἐξ ἡμῶν ἄνευ τοῦ θεοῦ δύναται ἀναστῆναι ἢ κινηθῆναι καὶ ὅτι οὐ θέλει ὁ θεός, ἵνα κλέπτωμεν ἢ πορνεύωμεν. Ἐὰν ἄρτι ἀναστὰς ἀπέλθω καὶ κλέψω ἢ πορνεύσω, τί αὐτὸ λέγεις θέλημα θεοῦ ἢ συγχώρησιν καὶ ἀνοχὴν καὶ μακροθυμίαν;