Disputatio Christiani et Saraceni
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1
Ἐὰν ἐρωτηθῇς ὑπὸ Σαρακηνοῦ λέγοντος· Τί λέγεις εἶναι τὸν Χριστόν; εἰπὲ αὐτῷ· Λόγον θεοῦ, μηδὲν ἐν τούτῳ νομίζων ἁμαρτάνειν, ἐπεὶ καὶ λόγος λέγεται παρὰ τῇ γραφῇ καὶ σοφία καὶ βραχίων καὶ δύναμις θεοῦ καὶ ἄλλα πολλὰ τοιαῦτα· πολυώνυμος γάρ ἐστιν. Καὶ ἀντερώτησον αὐτὸν καὶ σὺ λέγων· Τί λέγεται παρὰ τῇ γραφῇ σου ὁ Χριστός; Καὶ ἴσως θελήσει ἐρωτῆσαί σε ἐκεῖνος ἄλλο τι θέλων ἐκφυγεῖν σε· μὴ ἀποκριθῇς αὐτῷ, ἕως ἂν λύσῃ τὸ ἐρώτημά σου. Ἀνάγκῃ πάσᾳ ἀποκριθήσεταί σοι λέγων· Παρὰ τῇ γραφῇ μου πνεῦμα καὶ λόγος θεοῦ λέγεται ὁ Χριστός. Καὶ τότε εἰπὲ αὐτῷ σὺ πάλιν· Τὸ πνεῦμα τοῦ θεοῦ καὶ ὁ λόγος παρὰ τῇ γραφῇ σου ἄκτιστα λέγονται ἢ κτιστά; Καὶ ἐὰν εἴπῃ, ὅτι ἄκτιστα, εἰπὲ αὐτῷ· Ἰδοὺ ὁμοφωνεῖς μοι· καὶ γὰρ τὸ μὴ κτισθὲν ὑπό τινος, ἀλλὰ κτίζον θεός ἐστιν. Εἰ δὲ ὅλως τολμήσει εἰπεῖν, ὅτι κτιστά εἰσιν, εἰπὲ αὐτῷ· Καὶ τίς ἔκτισε τὸ πνεῦμα καὶ τὸν λόγον τοῦ θεοῦ; Καὶ ἐὰν ἐξ ἀπορίας εἴπῃ, ὅτι ὁ θεὸς αὐτὰ ἔκτισεν, εἰπὲ αὐτῷ· Πρὸ μικροῦ ἔλεγες, ἄκτιστα εἶναι, καὶ ἀρτίως λέγεις, ὅτι ὁ θεὸς αὐτὰ ἔκτισε. Ἰδού, εἰ ἔλεγον ἐγὼ πρός σε τοιοῦτον, ἔλεγες ἂν πρός με, ὅτι· Ἠφάνισας τὴν μαρτυρίαν σου, καὶ τοῦ λοιποῦ οὐ πιστεύω σοι, ὅσα ἂν εἴπῃς. Ὅμως οὖν καὶ τοῦτο ἐρωτῶ σε· Πρὸ τοῦ κτίσαι ὁ θεὸς τὸ πνεῦμα καὶ τὸν λόγον οὐκ εἶχεν πνεῦμα οὐδὲ λόγον; Καὶ φεύξεται ἀπὸ σοῦ μὴ ἔχων τι ἀποκριθῆναί σοι– αἱρετικοὶ γάρ εἰσιν οἱ τοιοῦτοι κατὰ Σαρακηνοὺς καὶ πάνυ βδελυκτοὶ καὶ ἀπόβλητοι– καί, ἐὰν αὐτὸν θελήσῃς δημοσιεῦσαι τοῖς λοιποῖς Σαρακηνοῖς, φοβηθήσεταί σε πολύ.