Disputatio Christiani et Saraceni
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
Καὶ ἐὰν ἐρωτήσῃ σε ὁ Σαρακηνὸς λέγων· Τὰ λόγια τοῦ θεοῦ κτιστά εἰσιν ἢ ἄκτιστα; Τοῦτο γὰρ προβάλλονται πρὸς ἡμᾶς ἐρώτημα δεινότατον θέλοντες ἀποδεῖξαι κτιστὸν εἶναι τὸν λόγον τοῦ θεοῦ, ὅπερ οὐκ ἔστιν. Ἐὰν γὰρ εἴπῃς· Κτιστά εἰσιν, λέγει σοι, ὅτι ἰδοὺ λέγεις κτιστὸν τὸν λόγον τοῦ θεοῦ. Εἰ δὲ εἴπῃς· Ἄκτιστον, λέγει, ὅτι ἰδοὺ πάντα τὰ λόγια τοῦ θεοῦ ὑπάρχοντα ἄκτιστα μέν εἰσι, θεοὶ δὲ οὔκ εἰσιν. Ἰδοὺ σὺ ὡμολόγησας, ὅτι ὁ Χριστὸς λόγος ὢν τοῦ θεοῦ οὐκ ἔστι θεός. Διὸ μηδὲ κτιστὰ μηδὲ ἄκτιστα ἀποκριθῇς αὐτῷ, ἀλλ' οὕτως ἀποκρίθητι αὐτῷ· Ἐγὼ ἕνα μόνον λόγον τοῦ θεοῦ ἐνυπόστατον ὁμολογῶ ἄκτιστον ὄντα, καθάπερ καὶ σὺ ὡμολόγησας, τὴν δὲ πᾶσαν γραφήν μου οὐ λέγω λόγια, ἀλλὰ ῥήματα θεοῦ. Καὶ ἐὰν εἴπῃ ὁ Σαρακηνός· Καὶ πῶς λέγει ὁ Δαυίδ· «Τὰ λόγια κυρίου λόγια ἁγνά,» καὶ οὐχί· Τὰ ῥήματα κυρίου ῥήματα ἁγνά; εἰπὲ αὐτῷ, ὅτι ὁ προφήτης τροπολογικῶς ἐλάλησεν καὶ οὐ κυριολογικῶς. Καὶ ἐάν σοι εἴπῃ· Τί ἐστιν τροπολογία καὶ κυριολογία; εἰπὲ αὐτῷ· Κυριολογία μέν ἐστιν βεβαία ἀπόδειξις πράγματος, τροπολογία δέ ἐστιν ἀβέβαιος ἀπόδειξις. Καὶ ἐάν σοι εἴπῃ ὁ Σαρακηνός· Ἐνδέχεται προφήτην εἰπεῖν ἀβέβαιον ἀπόδειξιν; εἰπὲ αὐτῷ· Ἔθος ἐστὶ τοῖς προφήταις τὰ ἄψυχα προσωποποιεῖν, καὶ ὀφθαλμοὺς καὶ στόματα τιθέασιν αὐτοῖς, ὡς τὸ «ἡ θάλασσα εἶδεν καὶ ἔφυγεν». Ἰδοὺ καὶ θάλασσα ὀφθαλμοὺς οὐκ ἔχει· οὐ γάρ ἐστιν ἔμψυχος. Καὶ πάλιν ὁ αὐτὸς προφήτης ὡς ἔμψυχον αὐτὴν διαλέγεται· «Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες;» καὶ τὰ ἑξῆς. «Καὶ ἡ μάχαιρά μου φάγεται κρέα», λέγει ἡ γραφή· τὸ γὰρ φαγεῖν ἐπὶ στόμα τος λέγεται τρώγοντος καὶ καταπίνοντος, ἡ δὲ μάχαιρα τέμνει μέν, οὐ καταπίνει δέ. Οὕτως καὶ τὰ ῥήματα τροπολογήσας ἐλάλησε λόγια, ἅπερ κυρίως οὔκ εἰσιν λόγια, ἀλλὰ ῥήματα.