Epistula de hymno trisagio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1
Εἶτα τοῦ Χρυσοστόμου εἰς τὸν εὐλογημένον, οὗ ἡ ἀρχή· Ἐκ θαυμάτων εἰς θαύματα· Σήμερον ὁ βασιλεὺς τῆς δόξης ἐπὶ γῆς προφητικῶς δοξάζεται καὶ κοινωνοὺς τῆς ἐπουρανίου εὐωχίας τοὺς γηγενεῖς ἀναδείκνυσιν, ἵνα δείξῃ, ὅτι αὐτός ἐστι κύριος ἀμφοτέρων ὡς ἑκατέρωθεν συμφώνως ἀνυμνούμενος. Διὰ τοῦτο οἱ μὲν ἄνω τὴν ἐπὶ γῆς σωτηρίαν καταμηνύοντες ἔψαλλον· «Ἅγιος, ἅγιος, ἅγιος, κύριος σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ», οἱ δὲ κάτω τῇ ἐπουρανίῳ εὐφροσύνῃ συμπανηγυρίζοντες ἐκραύγαζον· «Ὡσαννὰ ἐν τοῖς ὑψίστοις», «ὡσαννὰ τῷ υἱῷ Δαυίδ.» Καὶ τίς εἴποι εὐφρονῶν τὸ υἱὸν Δαυὶδ κεχωρίσθαι τῆς τρισαγίου ὑμνολογίας; Εἷς γὰρ τῆς ἁγίας τριάδος συνδοξολογεῖται πατρὶ καὶ πνεύματι, ἀλλ' οὐ τὸ τρισάγιον εἰς αὐτὸν μόνον ἀναφέρεται. Οὐ γὰρ «ἅγιος, ἅγιος, ἅγιος» λέγοντα τὰ σεραφὶμ μόνον τὸν πατέρα ἢ μόνον τὸν υἱὸν ἢ μόνον τὸ πνεῦμα τὸ ἅγιον ἐσήμανεν, ἀλλὰ τὴν τρισυπόστατον θεότητα ὡς μίαν τρισάγιον κυριότητα. Ὁ αὐτὸς τοίνυν ἄνω μετὰ πατρὸς καὶ πνεύματος ἐδοξολογεῖτο τῶν σεραφὶμ αὐτὸν οὐ μόνον, ἀλλὰ σὺν τῷ πατρὶ καὶ τῷ πνεύματι ὑμνούντων καὶ βοώντων· «Ἅγιος, ἅγιος, ἅγιος.» Αὐτὸς καὶ ἐπὶ τῆς γῆς ἀνυμνείτω· «Ὡσαννὰ ἐν τοῖς ὑψίστοις», «ὡσαννὰ τῷ υἱῷ Δαυίδ», μονονουχὶ διὰ τοῦ ὕμνου μία τῶν τῆς θεότητος ὑψίστων, εἰ καὶ υἱὸς Δαυὶδ ἐχρημάτισεν, ἀποδεικνύμενος ὑποστάσεων.