Epistula de hymno trisagio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1
Εἰ δὲ καὶ λέγοι ὁ θεοφόρος πατήρ, ὅτι «οἱ μὲν ἄνω τὴν ἐπὶ γῆς σωτηρίαν καταμηνύοντες ἔψαλλον», λίαν ἄριστα καὶ ἐνθεαστικώτατά φησιν. Ἴσμεν γάρ, ὡς ἀεὶ μὲν τῆς θείας δόξης πεπλήρωτο ὁ οὐρανός τε καὶ ἡ γῆ. Πάντα γὰρ τὰ ἔργα κυρίου εὐλογεῖ τὸν κύριον καὶ διηγεῖται τὴν δόξαν αὐτοῦ. Ἀλλ' ἐπεὶ ἐν οὐρανοῖς μὲν οἱ ἄγγελοι τὴν τοῦ ὄντος θεοῦ ἐπεγίνωσκον δόξαν, ἐξώκειλε δὲ ἡ ἀνθρωπίνη φύσις ἡ τῆς γῆς εἰληχυῖα τὴν οἴκησιν, καὶ ἠλλάξατο τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων, πεπληρῶσθαί φησιν ὁ θεοφόρος ἀνὴρ τὴν γῆν κατ' ἐπίγνωσιν τῶν τὴν γῆν κατοικούντων θείας δόξης, ὅπερ– καὶ οὐκ ἄλλο– τοῖς ἐπὶ γῆς σωτηρία γεγένηται. Ἡ δὲ θεία δόξα δῆλον, ὡς πατρός ἐστιν καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Οὕτω γὰρ καὶ ὁ ἀψευδὴς ἔφησε κύριος πρὸς τὸν πατέρα· «Πάτερ, τὸ ἔργον, ὃ ἔδωκάς μοι, ἐπλήρωσα· ἐφανέρωσά σου τὸ ὄνομα,» καὶ πάλιν· «Αὕτη ἐστὶν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν.» Οὕτως, ὥσπερ ἡ φύσις, οὕτω καὶ ἡ δόξα κοινὴ τῶν τριῶν τῆς θεότητος ὑποστάσεων.