Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistula de hymno trisagio
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
12.1
Ἔτι τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείας ἀπὸ ἕκτου λόγου τοῦ περὶ τῆς ἁγίας τριάδος, οὗ ἡ ἀρχή· Ἰσότητος μὲν οὖν· Ἡσαΐας μὲν οὖν ὁ θεσπέσιος οὐκ ἐν μείονι δόξῃ τεθεᾶσθαί φησι τὸν υἱόν. «Εἶδον» γάρ, ἔφη, «τὸν κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Καὶ σεραφὶμ εἰστήκεισαν κύκλῳ αὐτοῦ· ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί, καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὸ πρόσωπον καὶ ταῖς δυσὶ κατεκάλυπτον τοὺς πόδας καὶ ταῖς δυσὶν ἐπέταντο, καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον», τὸν ἐν τριττῇ μὲν ἀρχῇ, καταλήγοντα δὲ εἰς ἑνάδα καὶ εἰς κυριότητα μίαν ἁγιασμόν. Ἰδοὺ τρανῶς ἔφη, ὅτι «τὸν κύριον σαβαὼθ» ὑμνοῦντα, ὅς ἐστιν εἷς θεὸς ἐν τρισὶν ὑποστάσεσιν δοξαζόμενος, ἔλεγον τὸν ὕμνον, «τὸν ἐν τριττῇ μὲν ἀρχῇ», τουτέστι τὸν ἐν ἀρχῇ μὲν τριττὸν ὕμνον τῶν τριῶν ὑποστάσεων, «καταλήγοντα δὲ εἰς ἑνάδα καὶ εἰς κυριότητα μίαν ἁγιασμόν», τουτέστιν, ὅτι ἑνὰς οὐσίας καὶ μία κυριότης τῷ τρισσῷ ἁγιασμῷ δηλουμένη ἡ τριττὺς τῶν ὑποστάσεών ἐστιν. Ὥστε τὸ «ἅγιος, ἅγιος, ἅγιος» τῶν τριῶν ὑποστάσεών ἐστιν ἐνδεικτικόν, οὐ μιᾶς, τὸ δὲ «κύριος σαβαὼθ» τῆς μιᾶς θεότητος καὶ κυριότητος ἐμφαντικόν.

Intertext edge

Open linked passage

Note