Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistula de hymno trisagio
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1
Ἔτι τοῦ αὐτοῦ Κυρίλλου Ἀλεξανδρείας ἀπὸ ἐνάτου λόγου περὶ τῆς ἐν πνεύματι προσκυνήσεως· Τὸ δὲ τῶν ἀνωτάτω δυνάμεων οἱονεί πως ἐντενές τε καὶ ἀκόρεστον εἰς θεοπτίαν ὑποφαίνειν ἔοικεν τὸ βλέπειν ἀεὶ τὰ χερουβὶμ ἐπὶ τὸ ἱλαστήριον ἐν τῷ τοιῷδε σχήματι. Γράφει δὲ καὶ ὁ προφήτης Ἡσαΐας λέγων· «Εἶδον τὸν κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ», καὶ ἓξ μὲν ἑκάστῳ πτέρυγας ἐκπεφυκέναι φησί, καλύπτειν δὲ αὐτὰς ταῖς μὲν δυσὶ τοὺς πόδας, ταῖς δὲ δυσὶ τὰ πρόσωπα, πετᾶσθαι δὲ ταῖς ἑτέραις. Καὶ μετὰ βραχέα· Τὸ ἱλαστήριον ἄρα Χριστός, ὃς καὶ ἐν σαρκὶ πεφηνὼς οὐδὲν ἧττόν ἐστι θεὸς καὶ κύριος φύσει τε καὶ ἀληθείᾳ, περιεστώσας ἐν κύκλῳ δουλοπρεπῶς, καὶ αὐτὸς ἔχων τὰς ἀνωτάτω δυνάμεις. Εἴ γε μὴ πεπήρωταί τις τὰς τοῦ νοῦ αἰσθήσεις, εἰδέναι ἔχοι τὸ «καὶ αὐτὸς» ἐνδεικτικὸν ὑπάρχειν τοῦ μὴ μόνον αὐτὸν ἔχειν κύκλῳ τὰς δυνάμεις ᾀδούσας μηδὲ μόνῳ ἀναπέμπεσθαι τὸν τρισάγιον ὕμνον. Τὸ γὰρ λέγειν «καὶ αὐτὸς» διὰ τοῦ «καὶ» συνδέσμου δηλοῖ, ὡς καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα· τὸ γὰρ «καὶ» προσθήκην δηλοῖ συναπτικὸς ὂν σύνδεσμος. Ὁμολογουμένως οὖν τοῦ πατρὸς ἔχοντος κύκλῳ τὰς δυνάμεις ᾀδούσας ἔφη, ὡς καὶ αὐτὸς ὁ Χριστὸς σὺν πατρὶ ἔχει τὰς αὐτὰς δυνάμεις κύκλῳ ᾀδούσας. Εἰ δὲ ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον κύκλῳ ἔχει τὰς δυνάμεις ᾀδούσας «ἅγιος, ἅγιος, ἅγιος», οὐ προσακτέον τῷ υἱῷ μόνῳ τὸν τρισάγιον ὕμνον ἐμφαντικώτατον ὄντα τῶν τριῶν ὑποστάσεων. Εἰ μὲν γὰρ ἅπαξ ἢ δὶς ἢ τετράκις ὕμνησαν τὸ «ἅγιος» τριῶν οὐσῶν τῶν ὑποστάσεων, καὶ ἐφ' ἑκάστης τῶν ὑποστάσεων μόνης ἐλέγομεν ἀναφέρεσθαι τὸν ὕμνον· τὰ γὰρ κοινὰ καθ' ἑκάστου τῶν μερικῶν φέρεται. Ἀλλ' ἐπειδὴ κατάλληλος ὁ τρισάγιος ὕμνος καὶ ἐνδεικτικὸς τῶν τριῶν ὑποστάσεων, ἀπρεπὲς τὸ τῶν τριῶν ἐνδεικτικὸν ἐφ' ἑνὸς λέγεσθαι. Εἰ γὰρ ἐφ' ἑνὸς λέγοιτο, οὐ τριῶν ὑποστάσεων ἐνδεικτικόν· εἰ δὲ τριῶν πάντως ἐνδεικτικόν, οὐκ ἐφ' ἑνὸς λεχθήσεται.

Intertext edge

Open linked passage

Note