Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistula de hymno trisagio
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.1
Ἔτι τοῦ ἁγίου Κυρίλλου ἐκ τοῦ πρὸς Ἑρμείαν τετάρτου λόγου, οὗ ἡ ἀρχή· Τὸν δὴ θεὸν ἐκ θεοῦ· Κἂν γοῦν ἐν ἰσότητι τεθέντος τοῖς ἀγγέλοις, ἀνθ' ὅτου δὴ οὖν ὁ μὲν πατρικοῖς ἐναγλαΐζεται θώκοις, καὶ συνεδρεύει τῷ πατρί, οἱ δὲ οἷον παρεστᾶσιν ἐν κύκλῳ τῆς ὑπ' αὐτῷ δουλείας οὐκ ἀτιμάζοντες τὸ μέτρον, καὶ ὁ μὲν ἔστι τε καὶ λέγεται κύριος σαβαώθ, οἱ δὲ ταῖς εἰς κυριότητα καταγεραίρουσιν εὐφημίαις πλήρη τε εἶναί φασι τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ; Ἆρα οὐ τὸ πεποιῆσθαι λέγειν τὸν ὧδε τεθαυμασμένον καὶ πρὸς τῶν ἐχόντων λῆξιν εὐκλείας τῆς ἀνωτάτω, οὐ ψυχρᾶς καὶ ἑώλου νόσημα φρενός. Καὶ τίς ἀντερεῖ, μὴ παρεστάναι τῷ υἱῷ τὰ σεραφὶμ ἢ μὴ συνευφημεῖσθαι τοῦτον τῷ πατρὶ καὶ τῷ πνεύματι καὶ σὺν πατρὶ καὶ πνεύματι τὸν ὕμνον δέχεσθαι καὶ ἅγιον εἶναι καὶ κύριον σαβαὼθ καὶ πλήρη εἶναι τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ; Ἀλλ' οὐχ ὁ ταῦτα λέγων μόνῳ τῷ υἱῷ τὸν τρισάγιον ἀνατίθησιν ὕμνον· ὥσπερ εἴ τις ὑμνήσοι τὴν δωδεκάδα τῶν θείων ἀποστόλων λέγων αὐτὴν δωδεκάχορδον λύραν τοῦ πνεύματος οὐδένα μὲν τῶν ἀποστόλων ἀφῆκεν ἀγέραστον– ἕκαστος γὰρ μία χορδὴ τοῦ πνεύματος εἴρηται–, οὐκ εἰς ἕκαστον δὲ μόνον ὁ ὕμνος ἀναφέρεται– οὐ γὰρ ὁ Πέτρος μόνος δωδεκάχορδος λύρα τοῦ πνεύματος οὐδὲ μὴν Ἀνδρέας, ἀλλ' ἡ δωδεκὰς ἅπασα, κἄν τις ὑμνῶν τὸν Πέτρον τυχὸν ἐρεῖ μὲν τὸν ὕμνον, ἀλλ' οὐκ αὐτὸν μόνον ὁ ὕμνος αἰνίξοιτο, ἀλλὰ συνυμνήσοι σὺν αὐτῷ ἅπαντα τὸν τῶν ἀποστόλων χορόν· εἰ δέ γε εἴποι· Ἡ τῶν ἀποστόλων δωδεκάχορδος λύρα ὁ ἐκ Βηθσαϊδὰ Ἰωνᾶ υἱὸς ὁ ἐν Ῥώμῃ μαρτυρήσας ἐπὶ Νέρωνος, ψεύστην ἑαυτὸν ἀποδείξειεν–, οὕτως, εἴ τις εἴποι· Ἅγιος, ἅγιος, ἅγιος, ὁ σταυρωθεὶς δι' ἡμᾶς, βλάσφημος ἀποφανθήσεται, ὁμοίως καὶ ὁ φάσκων· Τρισάγιος ὁ σταυρωθεὶς δι' ἡμᾶς.

Intertext edge

Open linked passage

Note