Epistula de hymno trisagio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1
Ἔτι τοῦ αὐτοῦ Κυρίλλου ἀπὸ τοῦ πέμπτου λόγου τοῦ πρὸς Ἑρμείαν, οὗ ἡ ἀρχή· Εἶεν ἐκ παντὸς ἡμῖν· Καὶ μὴν ἐν κύκλῳ τὸν ὑπερφυᾶ τε καὶ ἐπηρμένον περιεστᾶσι θρόνον δοξολογοῦντα τὰ σεραφὶμ ἅγιόν τε αὐτὸν καὶ μὴν ὅτι καὶ κύριον τῶν δυνάμεων ὀνομάζοντα πλήρη τε εἶναι λέγοντα τὸν οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ. Ὁ δὲ δὴ κατάρχων ἐν ἴσῳ τῶν ὅλων ἰσόχειρ τε καὶ ἰσοσθενὴς τῷ πατρὶ καὶ οὐ μεῖον εὐκλεής· ἔμπλεα γὰρ τὰ πάντα τῆς δόξης αὐτοῦ. Καὶ ταῦτα τῆς προτέρας ἐννοίας ἔχεσθαί φαμεν ἀληθῆ λέγοντες.