Epistula de hymno trisagio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1
Ἔτι τοῦ αὐτοῦ ἀπὸ τοῦ προγεγραμμένου λόγου· Ἀλλ' εἴπερ ἦν ἀκλεὴς καὶ τοῦ προσκυνεῖσθαι μακράν, τί μαθόντα τὰ σεραφὶμ ἐν τῷ τῆς θεότητος θώκῳ καθιζάνοντα τὸν υἱὸν κύκλῳ περιεστᾶσιν ὕμνοις καὶ δοξολογίαις καταγεραίροντα, καὶ κύριον σαβαὼθ ὀνομάζοντα πλήρη τε εἶναι λέγοντα τόν τε οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ; Ἴσμεν ταῦτα καὶ ἡμεῖς καὶ σύμφαμεν, ἀλλ' οὐ ταῦτα τὸν υἱὸν τρισάγιον νομοθετεῖ.