Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
John of Damascus PG 94-96
Epistula de hymno trisagio
Tris 17.1
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
17.1
Τοῦ μακαρίου Πρόκλου Κωνσταντινουπόλεως ἐκ τοῦ λόγου τοῦ εἰς τὴν ἁγίαν θεοτόκον· Ἐπὶ σταυροῦ ἐπήγνυτο καὶ ὁ θρόνος αὐτοῦ ἐν οὐρανοῖς οὐκ ἐγυμνοῦτο, ἐν τάφῳ κατεκλείετο καὶ τὸν οὐρανὸν ἐξέτεινεν ὡσεὶ δέρριν, ἐν νεκροῖς ἐλογίζετο καὶ τὸν ᾅδην ἐσκύλευσε, κάτω πλάνος ἐσυκοφαντεῖτο καὶ ἄνω «ἅγιος, ἅγιος, ἅγιος» ἐδοξολογεῖτο. Ἐγὼ μὲν οὖν καὶ ἐν μιᾷ καὶ ἐν δυσὶ καὶ πλείοσι παλαιαῖς βίβλοις ἅπαξ τὸ ἅγιος ἀνέγνων τὸν ἱερώτατον Πρόκλον λέγοντα. Εἰ δὲ καὶ τρὶς αὐτὸν φάναι τὸ ἅγιος δώσομεν, τῆς αὐτῆς ἐννοίας ἔχεται τοῖς προγεγραμμένοις, ὅτιπερ ὡς εἷς τῆς ἁγίας τριάδος συνδοξολογεῖται πατρὶ καὶ πνεύματι τῶν σεραφὶμ βοώντων· «Ἅγιος, ἅγιος, ἅγιος, κύριος σαβαώθ.»

Intertext edge

Open linked passage

Note