Epistula de hymno trisagio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1
Τοῦ αὐτοῦ ἁγίου Πρόκλου ἐκ τοῦ ἐγκωμίου τοῦ εἰς τὴν ἁγίαν θεοτόκον, οὗ ἡ ἀρχή· Πᾶσαι μὲν αἱ μαρτυρίαι καὶ πανηγύρεις· Οὐδὲν τοίνυν ἐν βίῳ οἷον ἡ θεοτόκος Μαρία. Περίελθε, ὦ ἄνθρωπε, πᾶσαν τὴν κτίσιν τῷ λογισμῷ καὶ βλέπε, εἰ ἔστιν ἴσον ἢ μεῖζον τῆς ἁγίας θεοτόκου. Περινόστησον τὴν γῆν, περίβλεψαι τὴν θάλασσαν, πολυπραγμόνησον τὸν ἀέρα, τοὺς οὐρανοὺς τῇ διανοίᾳ ἐρεύνησον, τὰς ἀοράτους πάσας δυνάμεις ἐνθυμήθητι καὶ βλέπε, εἰ ἔστιν τοιοῦτον θαῦμα ἐν πάσῃ τῇ κτίσει. Οὐρανοὶ μὲν γὰρ δόξαν διηγοῦνται θεοῦ, ἄγγελοι λειτουργοῦσι μετὰ φόβου, ἀρχάγγελοι προσκυνοῦσι μετὰ τρόμου, τὰ χερουβὶμ μὴ φέροντα φρίττει, τὰ σεραφὶμ οὐ πλησιάζουσι περιιπτάμενα καὶ κεκραγότα τρόμῳ· «Ἅγιος, ἅγιος, ἅγιος· πλήρης ἡ γῆ τῆς αἰνέσεως αὐτοῦ.» Καὶ τοῦτο δῆλον, ὡς τῆς τῶν προτέρων ἐννοίας ἤρτηται, ἀλλ' ἀκουέτωσαν οἱ ταῦτα προφέροντες καὶ ἐπιγινωσκέτωσαν. Πέπεισμαι δέ, ὡς ἐπιγνώσονται καὶ τὴν περὶ τούτων φωτισθήσονται πληροφορίαν, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν αὐτοῖς.