Epistula de hymno trisagio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
20.1
Τοῦ ἁγίου Βασιλείου ἐκ τοῦ πρὸς Ἀμφιλόχιον περὶ τοῦ ἁγίου πνεύματος· Πῶς εἴποι τὰ σεραφίμ· «Ἅγιος, ἅγιος, ἅγιος, κύριος», μὴ διδαχθέντα παρὰ τοῦ πνεύματος, ποσάκις ἐστὶν εὐσεβὲς τὴν δοξολογίαν ταύτην ἀναφέρειν; Ἀπήλλαξεν ἡμᾶς ὁ πατὴρ λογολεσχίας ἀριδήλως εἰπών, «ποσάκις ἐστὶν εὐσεβὲς τὴν δοξολογίαν ταύτην ἀναφέρειν». Οὐ γὰρ εὐσεβὲς δὶς ἢ τετράκις, ἀλλὰ τρὶς καὶ ἅπαξ· τρὶς μὲν τὸ «ἅγιος» διὰ τὸ τριαδικὸν τῶν ὑποστάσεων, ἅπαξ δὲ τὸ «κύριος» διὰ τὸ μοναδικὸν τῆς οὐσίας καὶ τὴν μοναρχίαν. Εἰ γὰρ εἰς τὸν υἱὸν μόνον, διὰ τί μὴ ἅπαξ τὸ «ἅγιος» καὶ ἅπαξ τὸ «κύριος», διὰ τί μὴ δὶς ἢ τετράκις; Οὐ γὰρ ὁ τρὶς ἀριθμὸς τῇ μιᾷ ἀφιέρωται ὑποστάσει ἢ πλέον τῶν ἄλλων ἀριθμῶν ᾠκείωται.