Epistula de hymno trisagio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
21.1
Τοῦ αὐτοῦ ἁγίου Βασιλείου ἐκ τοῦ τετάρτου λόγου τοῦ κατ' Εὐνομίου, οὗ ἡ ἀρχή· Εἰ φύσει θεὸς ὁ υἱός· Ὅτι οὔτε ὀπτασία οὔτε χρησμῳδία κεχωρισμένως πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Ἡσαΐας ὁ προφήτης· «Εἶδον», ἔφη, «κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. Καὶ σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί.» Καὶ μετ' ὀλίγα φησίν· «Καὶ εἶπε κύριος πρός με· Πορεύου καὶ εἶπον τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσητε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψητε καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου», καὶ τὰ ἑξῆς. Ὅσον μὲν οὖν κατὰ ταύτην τὴν θέσιν καὶ τὴν ἀκολουθίαν τοῦ προφητικοῦ γράμματος, ὁ ἐπὶ πάντων ἐστὶν πατὴρ ὁ ὀφθεὶς καὶ χρησμοδοτήσας τῷ προφήτῃ. Ὁ μέντοι τῆς βροντῆς υἱὸς ἐξαίσια φθεγξάμενος καὶ βροντῆς εἰρηκὼς φοβερώτερα, οὗ ἴδιον οὐχὶ τὸ «οὐκ ἦν», ἀλλὰ τὸ «ἦν ὁ λόγος», τὸν υἱὸν ἔφη τὸν ὀφθέντα καὶ χρησμοδοτήσαντα τῷ προφήτῃ. Λέγει γὰρ ἐν τῷ ἰδίῳ συγγράμματι· «Διὰ τοῦτο οὐκ ἠδύναντο οἱ Ἰουδαῖοι πιστεύειν εἰς τὸν Ἰησοῦν, διότι εἶπεν Ἡσαΐας περὶ αὐτῶν· Τετύφλωνται αὐτῶν οἱ ὀφθαλμοὶ καὶ πεπώρωται ἡ καρδία, ὅπως μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ συνῶσι τῇ καρδίᾳ καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. Ταῦτα εἶπεν Ἡσαΐας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ.» Ὁ δὲ Παῦλος τοῦ πνεύματος ἀπεφήνατο τὴν ὀπτασίαν καὶ τὴν χρησμῳδίαν εἶναι λέγων· «Καλῶς ἔφη τὸ πνεῦμα τὸ ἅγιον διὰ τοῦ προφήτου Ἡσαΐου πρὸς τοὺς πατέρας ὑμῶν· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου.» Ὁ προφήτης τοῦ πατρὸς εἰσηγεῖται τὸ πρόσωπον τοῦ παρὰ Ἰουδαίοις πεπιστευμένου, ὁ εὐαγγελιστὴς τοῦ υἱοῦ, ὁ Παῦλος τοῦ πνεύματος, ἕνα κύριον σαβαὼθ τὸν ὀφθέντα κοινῶς ὀνομάζοντες. Διῄρηται αὐτοῖς ὁ περὶ τῆς ὑποστάσεως λόγος ἀδιαιρέτου μένοντος ἐν αὐτοῖς τοῦ περὶ ἑνὸς θεοῦ φρονήματος. Διῄρηται γὰρ ἀδιαιρέτως ὁ περὶ τῆς ὑποστάσεως τρόπος καὶ λόγος. Διὸ «ἅγιος, ἅγιος, ἅγιος» τριαδικῶς διὰ τὸ τρισσὸν τῶν ὑποστάσεων, «κύριος» δὲ ἅπαξ διὰ τὸ μοναδικὸν τῆς θεότητος.