Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistula de hymno trisagio
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
23.1
Καὶ ὁ ἅγιος δὲ Κύριλλος Ἀλεξανδρείας ἐν τῷ περὶ τοῦ πνεύματος λόγῳ πρὸς Ἑρμείαν, οὗ ἡ ἀρχή· Πόνων ἀγαθῶν· Τί δέ, οὐχὶ καὶ αὐτοὺς τοὺς τοῦ θεοῦ λόγους πνεύματος εἶναί φησιν ἡ γραφή; Ἡσαΐας μὲν γὰρ ὁ θεσπέσιος τὴν ἐξαίσιον ἡμᾶς καὶ φρικωδεστάτην ἐκείνην θεοπτίαν ἀφηγούμενος· «Εἶδον», φησίν, «τὸν κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου», καὶ τὰ διὰ μέσου τούτοις ἐπενεγκών· «Ἤκουσα», φησίν, «κυρίου σαβαὼθ λέγοντος· Τίνα ἀποστείλω καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Καὶ εἶπα· Ἰδοὺ ἐγώ, ἀπόστειλόν με. Καὶ εἶπε· Πορεύου καὶ εἶπον τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσητε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψητε καὶ οὐ μὴ ἴδητε.» Ἀλλ' ὁ μὲν θεσπέσιος Ἰωάννης περὶ τοῦ μονογενοῦς φησιν· «Ταῦτα εἶπεν Ἡσαΐας, ἡνίκα εἶδε τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησε περὶ αὐτοῦ». Στέφανός γε μὴν ὁ σοφώτατος Ἰουδαίοις ἔφη προσλαλῶν· «Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ, ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε ὡς οἱ πατέρες ὑμῶν.» Ἆρα οὐκ ἐναργὲς ἤδη πως, ὡς ἑτερότητι μὲν τῇ καθ' ὑπόστασιν ἰδικήν, τί μέν ἐστιν πατήρ, τί δὲ καὶ υἱός, τί δὲ δὴ καὶ τὸ πνεῦμα, εὖ μάλα διαγινώσκεται, συμβάσει γε μὴν τῇ πρὸς ἑνότητα φυσικὴν πάντα δὴ πάντων παρουσία τε καὶ λόγοι καὶ μέθεξις ἐνέργειά τε καὶ δόξα καὶ ὅσα τὴν θείαν κατακαλλύνει φύσιν; Τί δέ, οὐχὶ ἄρα γε καὶ ὁ μικρὸν γοῦν δογματικῆς γεγευμένος εἴσεται σαφῶς, ὡς ὁ τρισάγιος ὕμνος «ἑτερότητι μὲν τῇ καθ' ὑπόστασιν ἰδικήν», ὡς καὶ ὁ θεοφόρος ἔφη πατήρ, τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον δείκνυσι, «συμβάσει δὲ τῇ πρὸς ἑνότητα φυσικὴν» καὶ μοναρχίαν τὸ «κύριος». Ὁ γὰρ τρὶς ἀριθμὸς τριῶν ἐστι σημαντικός, ἑνὸς δὲ ἡ μονάς. Οὐκοῦν «ἅγιος, ἅγιος, ἅγιος» καὶ τρισάγιος, ὅτι τρεῖς ὑποστάσεις· «κύριος», ὅτι εἷς αἱ τρεῖς ὑποστάσεις θεός. Εἷς δὲ τὰ τρία θεός, ὅτι μία θεότης καὶ πρὸς ἓν τὰ ἐξ αὐτοῦ τὴν ἀναφορὰν ἔχει οὐκ ἐξισταμένων οὔτε μὴν συντιθεμένων ἢ συναλειφομένων τῶν ὑποστάσεων.

Intertext edge

Open linked passage

Note