Epistula de hymno trisagio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
25.1
Καὶ ὁ ἅγιος δὲ καὶ θαυμαστὸς Ἐπιφάνιος ὧδέ πή φησιν ἐν τῷ ἐπιγεγραμμένῳ Ἀγκυρωτῷ λόγῳ· Διὰ δὲ τῆς τριττῆς μαρτυρίας λάβωσι πνεῦμα ἅγιον καὶ πληρωθῶσι φανερῶν τῶν φωνῶν τῶν σεραφὶμ καὶ χερουβὶμ κραζόντων τρίτον τὸ «ἅγιος, ἅγιος, ἅγιος»· οὐ γὰρ διὰ δύο φωνῶν ἡ δοξολογία ἐν οὐρανῷ τελεῖται. Οὐδὲ τέταρτον ἐπιφωνοῦσι τὰ αὐτὰ ἅγια καὶ ἀόρατα καὶ πνευματικὰ ζῷα οὐδὲ τετάρτην φωνὴν ἀποδίδωσι τὰ αὐτὰ οὐδὲ μίαν μόνην, ἀλλὰ τρεῖς φωνὰς ἑνικὰς τὸ «ἅγιος, ἅγιος, ἅγιος» καὶ οὐ λέγουσιν ἅγιοι, ἅγιοι, ἅγιοι, ἵνα μὴ τὸ ἑνικὸν πολυώνυμον ἀποφήνωσι μηδὲ τῶν τριῶν τὸ τρισάριθμον ἀποκρύψωσιν, ἀλλὰ τρὶς μὲν διδόασι τὴν ἁγιστείαν, μονοειδῶς δὲ ἑνικῶς ἀποφθέγγονται τὸν λόγον, ἵνα μὴ πολυθεΐαν ὀνομάσωσιν. Ἀπήλλαξεν ἡμᾶς ὁ θεοφάντωρ οὗτος πατὴρ περὶ τῶν πραγμάτων ἀριδήλως ἀποφηνάμενος, ὡς οὐ διὰ δύο φωνῶν ἡ δοξολογία ἐν οὐρανῷ τελεῖται οὐδὲ μιᾶς ἢ τετάρτης φωνῆς, ἀλλὰ τριῶν καὶ αὐτῶν ἑνικῶν. Τίνος ἕνεκα; Ὅτι οὐ μιᾶς ὑποστάσεως ἐνδεικτικὸς ὁ ὕμνος, ἀλλὰ τῶν τριῶν. Ὥσπερ οὖν οὐ διὰ δύο φωνῶν ἢ τεττάρων ὁ ὕμνος ἐκτελεῖται, ἀλλὰ διὰ τριῶν διὰ τὸ τρισσὸν τῶν ὑποστάσεων, οὕτω τῶν τριῶν ὑποστάσεων ἐνδεικτικὸς ὢν ὁ τρισάγιος ὕμνος ἐπὶ μιᾶς τῶν ὑποστάσεων λέγεσθαι χώραν οὐκ ἔχει. Ἀδύνατον οὖν, ὡς ἔφην ἀνωτέρω, ὡρισμένον ἀριθμὸν ἐπὶ θεοῦ λέγειν εἰ μὴ τὸν ἑνικὸν καὶ τὸν τριαδικὸν διὰ τὸ ἑνικὸν τῆς φύσεως καὶ τὸ τριαδικὸν τῶν ὑποστάσεων. Καὶ ὁ μὲν ἑνικὸς ἀριθμὸς κατὰ τῶν τριῶν ὑποστάσεων φέρεται, θεὸς καὶ θεὸς καὶ θεός, ἀλλ' εἷς θεὸς καὶ οὐ τρεῖς θεοὶ ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἵνα μὴ πολυθεΐα νομισθῇ ἡ μοναρχία καὶ διαιρεθῇ ὁ εἷς καὶ ἀδιαίρετος θεὸς τῶν ἑαυτοῦ ἐνυποστάτων δυνάμεων. Θεὸς γὰρ καὶ ὁ τούτου λόγος καὶ τὸ πνεῦμα εἷς θεός, εἰ καὶ ἕκαστον τελεία ὑπόστασις διὰ τὸ ὑπερφυὲς τῆς θεότητος. Ὁ δὲ τριαδικὸς ἀριθμὸς κατὰ μιᾶς ὑποστάσεως οὐκ ἔστιν. Οὐ γὰρ τρισυπόστατος ἑκάστη ὑπόστασις, ἵνα διὰ τοῦ τρισσοῦ ἀριθμοῦ τὸ τρισυπόστατον δειχθῇ ἑκάστης ὑποστάσεως. Ἄπαγε, ἄπαγε. Οὐκ εὐσεβοῦς λογισμοῦ ταῦτα, ἀλλ' ἔξω νοῦ τοῦ καθήκοντος.