Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistula de hymno trisagio
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
26.1
Ταῦτα, ὦ πάτερ θειότατε, στύλε καὶ ἑδραίωμα τῆς ἀληθείας, πᾶσι τοῖς πατράσι καὶ ἀδελφοῖς καὶ παντὶ τῷ τῆς ἐκκλησίας πληρώματι ἀναγνωσθῆναι ἐκλιπαροῦμεν, καὶ λόγῳ ἐπιεικείας παρακληθῆναι τὸν πατέρα ἡμῶν τὸν κῦριν ἀββᾶν Ἀναστάσιον, τὸν κλεινὸν καθηγεμόνα τῆς εὐαγοῦς μονῆς τοῦ θεοφόρου πατρὸς ἡμῶν Εὐθυμίου, παύσασθαι μὲν τῆς τοιαύτης ἐνστάσεως, σὺν ἡμῖν δὲ τοῖς θεολήπτοις πατράσι κατ' ἴχνος ἀκολουθοῦντα· «Ἅγιος», λέγειν, «ὁ θεὸς» καὶ πατήρ, «ἅγιος ἰσχυρὸς» ὁ υἱὸς τοῦ θεοῦ ὁ σαρκωθεὶς καὶ σταυρωθεὶς σαρκὶ δι' ἡμᾶς, «ἅγιος ἀθάνατος» τὸ πνεῦμα τὸ ἅγιον, ὁ εἷς κύριος σαβαώθ, «ἐλέησον ἡμᾶς», καὶ μήτε ἡμῶν κατηγορεῖν μήτε τοῦ τρισμάκαρος Ἰωάννου τοῦ πατριάρχου ὡς πεπεισμένων ἐπὶ μιᾶς τῶν θεαρχικῶν ὑποστάσεων λέγειν τὸν τρισάγιον ὕμνον. Πᾶς γάρ, ὅστις οὕτω φρονεῖ ἢ λέγει, κοινωνός ἐστι τῆς τοῦ κναφέως τοῦ βαναύσου σκαιότητος. Τίς γὰρ οἶδε τοῦ μακαριωτάτου Ἰωάννου τοῦ πατριάρχου νόημα ἐμοῦ πλέον; Οὐδείς. Ὅς, ἵνα τἀληθὲς εἴπω, οὐκ ἀνέπνευσε πνοὴν δογματικὴν πώποτε, ἣν ἐμοὶ ὡς μαθητῇ οὐκ ἀνέθετο. Τί μὴ ζῶντος καὶ φθεγγομένου τοῦ ἱεροῦ ἀνδρὸς ταῦτα περὶ αὐτοῦ λέλεκτο; Οὐκ ἔστι ταῦτα ἀλλ' ἢ σκήψεις τινὲς πλεῖστον ὅτι τὸ βέβαιον οὐκ ἔχουσαι. Μὴ δυσφημείτωσαν τὸν ζηλωτὴν καὶ πῦρ ὀρθοδοξίας πνεύσαντα, μόσχον φημὶ τὸν ἀοίδιμον, τὸν πάσης κενοφωνίας ἐξοριστὴν καὶ ἀναιρέτην, ὡς τῆς θεολογίας τοῖς ἱεροῖς κεκοινωνηκότα πατράσιν, ἀλλὰ τοῦτον τοῦ ζήλου ἀποδεχέσθωσαν καὶ ὡς ἱερὸν καὶ ἀοίδιμον εὐφημείτωσαν. Ὁ θεὸς ὁ τῆς εἰρήνης, πατὴρ Χριστοῦ τοῦ θεοῦ ἡμῶν– αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν–, ἐμπλήσει τὰς καρδίας ἡμῶν πνεύματος ἁγίου εἰς τὸ δοκιμάζειν τὰ διαφέροντα καὶ ἀπελάσει πᾶσαν πονηρὰν ἔνστασιν ἀφ' ἡμῶν εἰρηνοποιῶν τὴν ἁγίαν αὐτοῦ ἐκκλησίαν, ἣν ἐκτήσατο αὐτῷ ὁ ἀγαπητὸς αὐτοῦ υἱὸς Ἰησοῦς ὁ ὑπέρθεος τῷ τιμίῳ αὑτοῦ αἵματι. Εὔχου ὑπὲρ ἡμῶν, θεοτίμητε, ὡς θεοτίμητος.

Intertext edge

Open linked passage

Note