Epistula de hymno trisagio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
27.1
Προσθετέον δὲ τῷ λόγῳ καὶ τάδε· Ἐν τῇ ἱερᾷ προσκομιδῇ τῆς τελετῆς τῶν θείων μυστηρίων μετὰ τὸ εἰπεῖν τὸν λαὸν τὸν τρισάγιον ὕμνον ὁ ἱερεὺς ὥσπερ ἑρμηνεύων τὸν ὕμνον φησίν· «Ἅγιος εἶ, βασιλεῦ τῶν αἰώνων, καὶ πάσης ἁγιωσύνης κύριος καὶ δοτήρ· ἅγιος καὶ ὁ μονογενής σου υἱός, δι' οὗ τὰ πάντα ἐποίησας· ἅγιον δὲ καὶ τὸ πνεῦμά σου τὸ πανάγιον, τὸ ἐρευνῶν τὰ πάντα καὶ τὰ βάθη σου τοῦ θεοῦ.» Διὰ τί μὴ λέγει ἅγιος, ἅγιος, ἅγιος εἶ, βασιλεῦ τῶν αἰώνων, ἅγιος, ἅγιος, ἅγιος», ὁ μονογενής σου υἱός, ἀλλὰ κοινῶς μὲν τῇ τριάδι «ἅγιος, ἅγιος, ἅγιος», καθ' ἑκάστην δὲ τῶν ὑποστάσεων ἅπαξ τὸ ἅγιος; Καὶ ἐν τῇ ὑψώσει δὲ τοῦ ἄρτου τῆς εὐχαριστίας οὐ λέγομεν· Τρὶς ἅγιος ἢ τρὶς κύριος, ἀλλ'· «Εἷς ἅγιος, εἷς κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν θεοῦ πατρὸς σὺν ἁγίῳ πνεύματι, ᾧ ἡ δόξα.»