Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistula de hymno trisagio
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
Φαμὲν τοίνυν, ὡς οἱ ὅροι καὶ αἱ κληρώσεις οἱ λόγῳ γινόμενοι πρέποντι βεβαιότατοι τυγχάνουσι. Φησὶ γὰρ ἡ θεία γραφή, ὅτι «ἤγαγεν ὁ θεὸς πάντα τὰ ζῷα πρὸς τὸν Ἀδὰμ τοῦ ἰδεῖν, τί καλέσει αὐτά. Καὶ πᾶν, ὃ ἐὰν ἐκάλεσεν αὐτῷ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτῷ». Ὁρῶμεν οὖν ὀνόματα χωρίζοντα εἶδος ἐξ εἴδους καὶ ὀνόματα ἐπιτιθέμενα χωρίζοντα ὑπόστασιν ἐξ ὑποστάσεως, καὶ ὅρους δὲ καὶ νόμους τεθέντας καὶ μέχρι νῦν κεκρατηκότας. Οὕτω φημὶ ὁριστικῶς ἀποκεκαλύφθαι τῷ Ἡσαΐᾳ ἐκ θεοῦ διὰ τῶν σεραφὶμ καὶ διὰ τοῦ τρισαγίου ὕμνου τὴν μίαν τρισυπόστατον θεότητά τε καὶ κυριότητα ὡς διά τινος ἀριθμητικῆς ἐκφαντορίας. Διὰ τί γὰρ οὐ δὶς ἢ τετράκις ἢ μυριάκις τὸ «ἅγιος» ὕμνησαν, καὶ διὰ τί μὴ δὶς ἢ τρὶς ἢ τετράκις ἢ μυριάκις τὸ «κύριος σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ», τὰ σεραφὶμ ἐξεφώνησεν, ἀλλὰ τὸ μὲν «ἅγιος» τρὶς «ἅγιος, ἅγιος, ἅγιος», τὸ δὲ «κύριος» μοναδικῶς, ἢ δεικνύντα τρεῖς μὲν τὰς ἁγίας ὑποστάσεις, μίαν δὲ κυριότητα τῶν τριῶν καὶ μίαν ἀρχὴν καὶ δόξαν οὐσίαν τε καὶ θεότητα καὶ ἕνα τὰς τρεῖς ὑποστάσεις εἶναι θεὸν ἅγιον, ἅγιον μὲν τὸν πατέρα, ἅγιον τὸν υἱόν, ἅγιον τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ' ἕνα ἅγιον, οὐ τρεῖς ἁγίους, ἕνα κύριον, οὐ τρεῖς κυρίους; Αἱ μὲν γὰρ τρεῖς ὑποστάσεις θεὸς καὶ θεὸς καὶ θεός, ἀλλ' εἷς θεὸς καὶ οὐ τρεῖς θεοί· ἅγιος, ἅγιος, ἅγιος, ἀλλ' εἷς ἅγιος καὶ οὐ τρεῖς ἅγιοι· κύριος καὶ κύριος καὶ κύριος, ἀλλ' εἷς κύριος καὶ οὐ τρεῖς κύριοι. Διὸ καὶ ἐπήγαγε· «Πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ», καὶ οὐκ αὐτῶν. Ἡ μὲν οὖν θεότης ἤτοι οὐσία τριαδικῶς ἐξαπλοῦται ἀδιαιρέτως ἐν τρισὶ γνωριζομένη ὑποστάσεσι, καὶ αἱ τρεῖς ὑποστάσεις εἰς μίαν οὐσίαν ἤτοι θεότητα ἑνοῦνταί τε καὶ συνάπτονται. Καὶ ἡ μὲν θεότης τριαδικῶς ἁγιάζεται καὶ δοξάζεται «ἅγιος, ἅγιος, ἅγιος», καὶ αἱ τρεῖς ὑποστάσεις μοναδικῶς δοξολογοῦνται «κύριος σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ». Εἷς γὰρ θεὸς ἐν τρισὶν ὑποστάσεσι, καὶ τὰ τρία ἓν ἤτοι μία φύσις, οὐχ ὑπόστασις μία, οὐχ ἑκάστη δὲ τῶν ὑποστάσεων τρισσῶς δοξολογεῖται καὶ ἁγιάζεται. Ἡ μὲν γὰρ θεότης τριὰς ὑποστάσεων οὖσα οἰκείως καὶ προσηνῶς τριαδικῶς ἁγιάζεται· ἅγιος ὁ πατήρ, ἅγιος ὁ υἱός, ἅγιον τὸ πνεῦμα τὸ ἅγιον, κύριος σαβαώθ. Εἷς γὰρ τὰ τρία θεός τε καὶ κύριος. Ἑκάστη δὲ τῶν ὑποστάσεων μία οὖσα ὑπόστασις καὶ οὐ τρεῖς τίνος ἕνεκεν τρὶς ἁγιασθήσεται καὶ οὐχ ἅπαξ ἢ δὶς ἢ τετράκις ἢ μυριάκις; Οὐ γὰρ ἑκάστη τῶν τῆς θεότητος ὑποστάσεων τριάς· οὕτω γὰρ ἂν ἐννὰς ἔσται ἡ θεότης καὶ οὐ τριάς. Διὰ τί γὰρ μὴ δισάγιον ἢ τετράγιον ἢ μυριάγιον ὕμνον ὕμνησαν, ἀλλὰ τρισάγιον, κατὰ τὸν τῶν ὑποστάσεων ἀριθμόν; Ὥσπερ γὰρ τὸν πατέρα ὑπόστασίν φαμεν καὶ τὸν υἱὸν ὑπόστασιν καὶ τὸ πνεῦμα τὸ ἅγιον ὑπόστασιν καὶ τὴν θεότητα ἤτοι οὐσίαν τρισυπόστατον ὡς τὰς τρεῖς περιέχουσαν ὑποστάσεις καὶ οὔτε τὸν πατέρα τρισυπόστατον οὔτε τὸν υἱὸν τρισυπόστατον οὔτε τὸ πνεῦμα τὸ ἅγιον τρισυπόστατον εἰπεῖν θεμιτόν, οὕτως οὐδὲ τρισάγιον μίαν τῶν ὑποστάσεων, ἀλλ' ἅγιον τὸν πατέρα, ἅγιον τὸν υἱόν, ἅγιον τὸ πνεῦμα τὸ ἅγιον, τρισάγιον δὲ τὴν τρισυπόστατον θεότητα. Εἰ οὖν μὴ τῶν τριῶν ὑποστάσεών ἐστιν σημαντικὸς ὁ τρισάγιος ὕμνος, ὑμνήσωμεν δὶς τὸ «ἅγιος» καὶ ἐπαγάγωμεν τὸ «κύριος σαβαώθ.» Ἀλλ' οὐ θέμις, οὐδ' οὕτω τὰ σεραφὶμ ὕμνησαν. Μὴ σοφισώμεθα περιττὰ μηδὲ τῶν σεραφὶμ σοφώτεροι εἶναι δόξωμεν.

Intertext edge

Open linked passage

Note