Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistula de hymno trisagio
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Εἰ δέ τις εἴποι, ὅτι πολλάκις καὶ ἐπὶ μιᾶς ὑποστάσεως λέγεται τὸ τρισόλβιος καὶ τριπόθητος καὶ τρισμακάριστος, γινωσκέτω, ὅτι τὸ τρεῖς, ὅτε μὲν διὰ τῆς ˉεˉι διφθόγγου γράφεται, τὸν τριαδικὸν ἀριθμὸν σημαίνει, ὅτε δὲ διὰ ψιλοῦ τοῦ ἰῶτα, ἀντὶ τοῦ πολλάκις τάττεται, ὥς φαμεν τρεῖς ἄνθρωποι καὶ «τρεῖς εἰσιν οἱ μαρτυροῦντες, τὸ ὕδωρ καὶ τὸ αἷμα καὶ τὸ πνεῦμα», καὶ τρὶς διὰ τοῦ ἰῶτα ἐπιρρηματικῶς ἀντὶ τοῦ πολλάκις, ὥς φησιν ὁ ἀπόστολος· «Περὶ τούτου τρὶς τὸν κύριον παρεκάλεσα,» ἀντὶ τοῦ πολλάκις. Ἰστέον δέ, ὅτι ἐπὶ τοῦ τριαδικοῦ ἀριθμοῦ, ὅταν ἐπιρρηματικῶς λέγηται, διὰ ψιλοῦ τοῦ ἰῶτα γράφεται, οἷον ἅπαξ καὶ δὶς καὶ τρὶς καὶ τετράκις. Καὶ ἐν τῇ συνθέσει δέ, εἴτε τὸν τριαδικόν, εἴτε τὸν πολὺ ἀριθμὸν σημαίνει, διὰ τοῦ ἰῶτα γράφεται· τριώνυμος ὁ τρία ὀνόματα ἔχων, τριπόθητος ὁ πολυπόθητος, τρισμακάριστος ὁ πολλάκις μακαριστός, τρισόλβιος ὁ πολλάκις ὄλβιος. Καὶ ταῦτα μὲν καὶ ἐφ' ἑνὸς προσώπου πολυποθήτου καὶ πολυολβίου καὶ πολυμάκαρος χώραν ἔχει. Τὸ δὲ σημαντικὸν τοῦ τριαδικοῦ ἀριθμοῦ οὐ δυνατὸν εἰ μὴ ἐπ' αὐτοῦ κυρίως τοῦ ἀριθμοῦ λεχθῆναι, οἷον ἀδύνατον μὴ δύο ὀνόματα ἔχοντα διώνυμον εἰπεῖν καὶ τὸν τρεῖς χρόας μὴ ἔχοντα τρίχροον. Ὅταν οὖν λέγωμεν τριώνυμον, δηλοῦμεν τρία μόνον ἔχειν ὀνόματα τὸν τριώνυμον προσαγορευόμενον. Ἐὰν εἴπωμεν τρισάγιον, ἐπὶ μὲν τῆς ἁγίας τριάδος χώραν ἔχει· τρεῖς γὰρ μόνας ὑποστάσεις ἔχουσα ἑκάστης ἁγίας οὔσης καὶ ὑμνουμένης, οἰκείως ἂν λεχθείη τρισάγιος. Εἰ δὲ ἐπὶ μιᾶς ὑποστάσεως ῥηθείη, ὑποτοπάσει τις ἢ ὡς τρεῖς ἁγίας οὐσίας ἢ τρεῖς ἁγίας ὑποστάσεις κέκτηται· ὧν ἑκάτερον ἀθέμιτόν τε καὶ ἀσεβὲς ἐπὶ μιᾶς τῶν τῆς θεότητος εἰπεῖν ὑποστάσεων. Καὶ τοῦτο δὲ φαίημεν, ὡς τὸν τρισάγιον ὕμνον ἐκφαντορικὸν ὄντα τῶν τριῶν τῆς θεότητος ὑποστάσεων ἄτοπον μιᾷ τῶν αὐτῶν ὑποστάσεων ἀνατιθέναι. Εἰ μὲν γὰρ τοῦ κοινοῦ τῆς οὐσίας εἴη σημαντικός, ἐλέγετο ἂν ἐφ' ἑκάστης τῶν ὑποστάσεων· σημαντικὸν δὲ ὄντα τοῦ ἀριθμοῦ τῶν τριῶν ὑποστάσεων οὐκ εὔκαιρον ἐπὶ μιᾶς αὐτὸν λέγειν, ἵνα μὴ ἐννάγιον τὴν ἁγίαν τριάδα ἀποφηνώμεθα. Ὁ γὰρ τρεῖς ἀριθμὸς ἐφ' ἑαυτὸν πολυπλασιαζόμενος τὸν ἐννέα ἀπογεννᾶν ἀριθμὸν πέφυκεν.

Intertext edge

Open linked passage

Note