Epistula de hymno trisagio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1
Εἴπομεν, ὡς ὁ δύο κεκτημένος ὀνόματα διώνυμος λέγεται, καὶ τριώνυμός ἐστιν ὁ τρία ἔχων ὀνόματα καὶ οὔτε πλείονα οὔτε ἐλάττω. Τί οὖν τρίτον μόνον ἅγιος ὁ πατὴρ ἢ ὁ υἱὸς ἢ τὸ πνεῦμα τὸ ἅγιον ἢ τρισυπόστατος ὁ πατὴρ μόνος ἢ ὁ υἱὸς μόνος ἢ μόνον τὸ πνεῦμα τὸ ἅγιον, ἵν' ἕκαστος λεχθείη τρισάγιος; Μὴ γένοιτο. Ἀλλὰ καὶ ἀπειράκις ἀπείρως. Ἡ δὲ ἁγία θεότης ὡς τρεῖς μόνας ὑποστάσεις ἔχουσα ἁγίας εἰκότως ἂν ῥηθείη τρισάγιος. Ὥστε οὐκ ἐπὶ μιᾶς τῶν ὑποστάσεων χρὴ λέγειν τὸν τρισάγιον ὕμνον ἐνδεικτικὸν ὑπάρχοντα τῶν τριῶν τῆς θεότητος ὑποστάσεων· ὡρισμένον γὰρ ἀριθμὸν οὐκ ἔστιν εἰπεῖν ἐπὶ τῆς ἀορίστου θεότητος εἰ μὴ μονάδα μὲν οὐσίας, τριάδα δὲ ὑποστάσεων. Εἴ τις ἡμᾶς ἔροιτο, ἀνθ' ὅτου βαπτίζοντες τρίτον ποιούμεθα τὴν κατάδυσιν, τί ἂν ἄλλο φαίημεν, ἢ ὅτι καθ' ἑκάστην τῶν τῆς θεότητος ὑποστάσεων μίαν κατάδυσιν καὶ τρεῖς διὰ τὸ τρισσὸν τῶν ὑποστάσεων καὶ οὐ τρεῖς καταδύσεις καθ' ἑκάστην τῶν ὑποστάσεων ἢ οὕτω γε ἐννέα τὰς καταδύσεις ποιησόμεθα, ὅπερ ἀθέμιτον; Διὸ καθ' ἑκάστην τῶν καταδύσεων τὸ ὄνομα μιᾶς τῶν τριῶν ὑποστάσεων ἐπιλέγομεν. Οὕτω καί, ἐὰν ἐρωτώμεθα, τίνος χάριν τρίτον τὸ «ἅγιος» λέγεται καὶ οὐ δὶς ἢ τετράκις, διὰ τὴν τρισυπόστατον θεότητα ἀληθεύοντες φαίημεν. Πῶς οὖν τὸν τρισάγιον ὕμνον ἐπὶ μιᾶς τῶν ὑποστάσεων εἴποιμεν; Ψεύστας γὰρ ἑαυτοὺς καὶ παραβάτας τῶν ἡμετέρων συνιστάνομεν λόγων· «ἑκάστη τῶν τῆς θεότητος ὑποστάσεων», ὥς φησιν ὁ θεῖος Βασίλειος, «μοναδικῶς ἐξαγγέλλεται.» Εἷς πατὴρ ὁ πατὴρ καὶ εἷς ἅγιος, ὅτι μία ὑπόστασις· μία τρισάγιος φύσις ἡ θεότης, ὅτι τρεῖς ὑποστάσεις. Οὐ τρισάγιος ὁ πατήρ, ὅτι μία ὑπόστασις· οὐ τρισάγιος ὁ υἱός, ὅτι μία ὑπόστασις· οὐ τρισάγιον τὸ πνεῦμα τὸ ἅγιον, ὅτι μία ὑπόστασις. Τὸ πνεῦμα τὸ ἅγιον καὶ πανάγιον σύμπας ὁ τῶν θεοφόρων καὶ θεοπνεύστων πατέρων χορὸς ἀεὶ σὺν ἀναπνοῇ πάσῃ ἐξεφώνει. Τρισάγιον δὲ τοῦτο οὔπω καὶ νῦν ἔν τινι λόγῳ τῶν ἱερῶν πατέρων εὑρήκαμεν. Τοῦ κναφέως τοῦτο τὸ λήρημα ἐξ ἀπονοίας ὅτι πλείστης τολμήσαντος γυμνῇ τὸ δὴ λεγόμενον κεφαλῇ, ὃ τῶν ἀκολάστων γυναίων μηνύει τὸ ἀναιδές, ὡς σοφωτέρου δῆθεν τῶν σεραφὶμ καὶ ὑψηλοτέρου τὴν μύησιν, οἷόν τι ἀφιλοκάλητον ὕφασμα κναφεῦσαι τὸν τρισάγιον ὕμνον. Εἰ γὰρ εἰς τὸν υἱὸν μόνον τὸν τρισάγιον φήσομεν ὕμνον, λέλυται τὸ ἀμφίβολον ἀνενδοιάστως, καὶ ἡμεῖς μαρωνήσωμεν, προσθῶμεν τῷ τρισαγίῳ τὴν σταύρωσιν. Ἀλλὰ μή μοι γένοιτο διὰ χειλέων τοῦτο ἀγαγεῖν, ἱλέῳ τυχόντι θεῷ, θάνατος αἱρετώτερος. Ἆρον ἀπ' ἐμοῦ τὸν θάνατον τοῦτον. «Θάνατος ἐν τούτῳ τῷ λέβητι.»