Epistula de hymno trisagio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
7.1
Ἀλλ' ἐρεῖ τις αὖθις τυχόν· Διὰ τί ὑπόστασιν καὶ ὑπόστασιν καὶ ὑπόστασιν λέγοντες τρεῖς ὑποστάσεις φαμέν, θεὸν δὲ καὶ θεὸν καὶ θεὸν λέγοντες οὐ τρεῖς θεοὺς λέγομεν; Πρὸς ὅπερ ἀποκρινούμεθα, ὅτι τὰ μερικὰ οὐ κοινοποιοῦνται, τὰ δὲ κοινά, εἰ καὶ ὑφ' ἑκάστου τῶν μερικῶν μετέχεται, ἀλλ' ἑνιαίως καὶ κοινῶς, καὶ ἑκάστη μὲν ὑπόστασις ἰδιαζόντως θεωρεῖται, οὐκ ἔστιν δὲ αὐτῶν κοινὴ μία ὑπόστασις. Ἡ δὲ θεότης καὶ ὁ ἁγιασμὸς καὶ ἡ κυριότης, εἰ καὶ ὑφ' ἑκάστης τῶν ὑποστάσεων μετέχεται, ἀλλὰ κοινὴ τῶν τριῶν ἐστιν ὑποστάσεων μία τυγχάνουσα. Οὐ γὰρ ἄλλη θεότης πατρὸς καὶ ἄλλη υἱοῦ καὶ ἄλλη ἁγίου πνεύματος οὐδὲ ἁγιασμὸς ἢ κυριότης, ἀλλὰ μία καὶ ἡ αὐτὴ ὁλικῶς καὶ ἀδιαιρέτως ἐν ἑκάστῃ τῶν ὑποστάσεων οὖσα, πᾶσα πατρός, πᾶσα υἱοῦ, πᾶσα ἁγίου πνεύματος, μία πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. Αἱ δὲ ὑποστάσεις οὐχ οὕτως, ἀλλ' ἑτέρα πατρός, ἑτέρα υἱοῦ, ἑτέρα ἁγίου πνεύματος. Ἑκάστη μὲν οὖν ὑπόστασις καθ' αὑτὴν θεὸς καὶ ἅγιος καὶ κύριος λέγεται καὶ εἴ τι τοιοῦτον· ὅτε δὲ συναριθμοῦνται, οὐ τρεῖς θεοὶ ἢ ἅγιοι ἢ κύριοι, ἀλλ' εἷς θεὸς τὰ τρία, εἷς κύριος, εἷς ἅγιος, ὅτι θεὸς καὶ αἱ αὐτοῦ δυνάμεις, λόγος καὶ πνεῦμα, εἷς θεός, εἷς ἅγιος, εἷς κύριος, καὶ οὐ τρεῖς. Ἀλλὰ θεὸς μὲν καὶ θεὸς καὶ θεὸς διὰ τὸ τέλειον τῆς ἑκάστου ὑποστάσεως καὶ ἅγιος καὶ ἅγιος καὶ ἅγιος καὶ κύριος καὶ κύριος καὶ κύριος, οὐ τρεῖς δὲ θεοὶ ἢ ἅγιοι ἢ κύριοι. Διότι ὁ λόγος καὶ τὸ πνεῦμα δυνάμεις εἰσὶ τοῦ πατρός, δυνάμεις δὲ ἐνυπόστατοι ἀχώριστοι τοῦ πατρός, τοῦ ἐξ οὗ καὶ ἐν ᾧ εἰσι καὶ πρὸς ὃν ὡς αἴτιον ἀναφέρονται· οὔτε γὰρ τόπῳ ἢ βουλήσει ἢ ἐνεργείᾳ ἢ ἰσχύϊ ἢ ἐξουσίᾳ χωρίζονται ἤ τινι τῶν ὅσα ἐπὶ θεοῦ λέγεται, εἰ μὴ μόνον ταῖς ὑποστάσεσι καὶ τοῖς χαρακτηριστικοῖς ἑκάστης ὑποστάσεως ἰδιώμασιν. Ἡμεῖς γὰρ γεννώμενοι τεμνόμεθα διαμπὰξ τῶν πατέρων καὶ χωριζόμεθα, καὶ τοῦτο δηλῶν ἔφη ὁ θεολόγος Γρηγόριος· «Ἀφιέντες καὶ ἀφιέμενοι.» Οὐ γὰρ δύναμις τοῦ πατρὸς ὁ υἱὸς ἐφ' ἡμῶν καθέστηκεν οὐδὲ λόγος ἢ σοφία, ἐπὶ δὲ θεοῦ τὰ δύο συντρέχουσι, τὸ καὶ δυνάμεις εἶναι τοῦ πατρὸς τὸν υἱὸν καὶ τὸ πνεῦμα, ὡς λόγον νοῦ καὶ πνεῦμα, καὶ ὑποστάσεις τελείας, ὅπερ πρέπον μόνῳ τῷ ὑπερουσίῳ θεῷ. Ἡμεῖς δὲ καὶ γνώμῃ τεμνόμεθα καὶ δυνάμει καὶ τόπῳ. Διὸ καὶ ἄνθρωποι, οὐκ ἄνθρωπος ὁ δεῖνα καὶ ὁ δεῖνα λεγόμεθα· ἐπὶ δὲ θεοῦ οὐχ οὕτως, καθὼς προειρήκαμεν. Ἀλλά γε δὴ καί, ἃς προφέρουσι χρήσεις, ἐπισκεψώμεθα καὶ τὴν ἀκριβῆ τούτων ἐξέτασιν ποιησώμεθα. Πατρικαὶ γὰρ αὗται, καὶ οὐδαμῶς ἀντεροῦμεν. Ἀλλὰ χρὴ συμφώνους καὶ μὴ ἀλλήλοις, οὐδὲν δὲ ἔλαττον ἑαυτοῖς ἀντιλόγους καὶ μαχομένους ἀποδεικνύειν τοὺς ἁγίους πατέρας καὶ διδασκάλους, ὧν τὸ περὶ πίστεως φρόνημα ἑνιαῖον καὶ ἀπαράλλακτον ἔδειξεν ἡ μία τοῦ πνεύματος δύναμίς τε καὶ ἔλλαμψις.