Epistula de hymno trisagio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
Ὁ μὲν οὖν ἐν μακαρίᾳ τῇ λήξει Ἀθανάσιος ὁ θεσπέσιος ἐν τῷ περὶ σαρκώσεως καὶ τριάδος λόγῳ τάδε φησί· Θεὸς οὖν ἐστιν ὁ γεννηθεὶς καὶ γενόμενος ἄνθρωπος, καὶ ἡμεῖς φαμεν, ὅτι θεός ἐστιν ὁ δι' ἡμᾶς γενόμενος ἄνθρωπος. Ἀλλ' οὐ θεὸς καὶ θεὸς καὶ θεὸς ὁ εἷς τῆς τριάδος, ὁ υἱὸς τοῦ θεοῦ καὶ θεὸς ἅγιος, ἀλλ' οὐχ ἅγιος καὶ ἅγιος καὶ ἅγιος, οὐδὲ τρὶς μόνον ἅγιος, ἀλλ' ἀορίστως καὶ ἀπειράκις ἅγιος καὶ ὑπεράγιος. Καὶ πάλιν ἀλλαχοῦ λέγει· «Εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος.» Ἦν γὰρ αὐτὸν πρὸ τούτου θεωρήσας ἐν τῇ θεϊκῇ καὶ ἐνδόξῳ μορφῇ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, ὅτε τὰ χερουβὶμ ἐδοξολόγουν αὐτὸν λέγοντα· «Ἅγιος, ἅγιος, ἅγιος, κύριος σαβαώθ», καὶ μετὰ ταῦτα ὁρᾷ αὐτὸν «μορφὴν δούλου λαβόντα» καὶ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενον». Ταῦτα προφέρουσιν, ἃ καὶ ἡμεῖς ἀσπαζόμεθα. Ἀλλ' εἰπάτωσαν· Μόνον εἶδε τὸν υἱὸν καθήμενον ἐπὶ θρόνου ἢ τῷ πατρὶ συνεδρεύοντα; Μόνον δοξολογούμενον ἢ σὺν πατρὶ καὶ τῷ πνεύματι; Εἰ μὲν οὖν μόνον, νειμάτωσαν τῷ υἱῷ μόνῳ καὶ τὸν τρισάγιον ὕμνον. Εἰ δὲ σὺν τῷ πατρὶ καὶ τῷ πνεύματι, ἐπιγνώτωσαν τῆς τριάδος εἶναι ἀχώριστον τὸν ἐμφαντικὸν τῶν τριῶν ὑποστάσεων καὶ τῆς μιᾶς οὐσίας καὶ κυριότητος αἶνον. «Ἅγιος γάρ, ἅγιος, ἅγιος,» ὕμνουν τὰ σεραφὶμ καὶ τῇ τριάδι τὸν ὕμνον προσάγοντα ὑμνοῦσιν τὸν υἱόν· εἷς γὰρ τῆς τριάδος ὁ υἱός. Οἱ δὲ τῷ υἱῷ μόνῳ τὸν τρισάγιον ἀνατιθέντες ὕμνον ἀμέτοχον τοῦ ὕμνου τὸν πατέρα καὶ τὸ πνεῦμα τιθέασι. Τὰ μὲν γὰρ κοινὰ συμπεριλαμβάνει τὰ μερικά, τὰ δὲ μερικὰ τὰ καθόλου οὐκέτι. Ὁ μὲν γὰρ ἄνθρωπον εἰπὼν πάντας τοὺς ἀνθρώπους τοὺς κατὰ μέρος ἐσήμανεν, ὁ δὲ Πέτρον εἰπὼν αὐτὸν μόνον ὑπέφηνεν, ἀφεὶς τὰς λοιπὰς ὑποστάσεις τῆς ἀνθρωπότητος.