Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistula de hymno trisagio
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1
Πάλιν προβάλλονται τοῦ ἁγίου Ἐπιφανίου ἐκ τοῦ εἰς τὴν ἁγίαν θεοτόκον λόγου· Ἡ μακαρία ἐν γυναιξὶν ἡ τὸν λόγον ἐκ σοῦ σαρκωθέντα τεκοῦσα, λόγον τὸν τοῦ πατρὸς υἱόν, λόγον τὸν προαιώνιον θεόν, λόγον τὸν ἄναρχον καὶ ἀΐδιον, λόγον τὸν ὁμοούσιον τῆς ἀχωρίστου τριάδος, λόγον τὸν σὺν πατρὶ καὶ ἁγίῳ πνεύματι προσκυνούμενον, λόγον τὸν σύνθρονον τοῦ πατρός, λόγον τὸν ἐπὶ τῶν χερουβὶμ καθήμενον, λόγον, ὃν τὰ τετράμορφα ζῷα δοξολογοῦσι λέγοντα· «Ἅγιος, ἅγιος, ἅγιος, κύριος σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ.» Εἰ μὲν ἑτέρα ἡ δόξα αὐτοῦ παρὰ τὴν τοῦ πατρός, αὐτοῦ μόνου καὶ τὸν ὕμνον φήσομεν. Εἰ δὲ μία ἡ δοξολογία καὶ κοινὴ τῆς ἁγίας τριάδος, εἷς καὶ κοινὸς καὶ ὁ ὕμνος. «Ἅγιος γάρ, ἅγιος, ἅγιος» λέγοντα δοξολογοῦσι τὸν υἱόν, ἀλλ' οὐ τὸν υἱὸν μόνον, ἀλλ' ὡς ἕνα τῆς ἁγίας τριάδος, μέσον πατρός τε καὶ πνεύματος.

Intertext edge

Open linked passage

Note