John of Damascus PG 94-96
Ex thesauro orthodoxiae Nicetae Choniatae
Chon 95.233.1
Choose a text
More by John of Damascus, Saint
—
Pg Scrape Grc
95.233.1
Ὁ τῶν ὅλων Θεὸς καὶ Πατὴρ, καθὸ Πατὴρ θέλει, ἢ καθὸ Θεός; Ἀλλ' εἰ μὲν καθὸ Πατὴρ, ἄλλο τὸ αὐτοῦ ἔσται παρὰ τὸ τοῦ Υἱοῦ θέλημα· οὐ γὰρ Πατὴρ ὁ Υἱός. Εἰ δὲ καθὸ Θεὸς, Θεὸς δὲ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον· ἄρα τὸ θέλημα φύσεως, ἤγουν φυσικόν· καὶ σὺ γοῦν κατὰ τοῦτο συλλογισάμενος, ἐρώτησον· Ὁ τῶν ὅλων Θεὸς, καθὸ Πατὴρ προσεδέξατο τὸ τοῦ Μονογενοῦς αἷμα, ἢ καθὸ Θεός; Ἀλλ' εἰ μὲν καθὸ Πατὴρ, ἄλλη αὐτοῦ ἔσται παρὰ τὴν τοῦ Υἱοῦ δύναμίς τε καὶ ἐνέργεια· οὐ γὰρ Πατὴρ ὁ Υἱός. Εἰ δὲ καθὸ Θεὸς, Θεὸς δὲ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον· ἄρα τὸ τοῦ Μονογενοῦς αἷμα, τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος, ἡ αὐτὴ ἁγία Τριὰς καθὸ Θεὸς προσεδέξατο.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).