Fragmenta philosophica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1
Γένος ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον. Σημαίνει δὲ τὸ γένος καὶ τὴν πατρίδα, ὡς ὅταν λέγωμεν τὸν Πέτρον Γαλιλαῖον τῷ γένει. Σημαίνει δὲ καὶ τὴν ἀρχὴν τῆς τινων γενέσεως, ὡς ὅταν λέγωμεν τοὺς ἐξ Ἰσραὴλ Ἰσραηλίτας τῷ γένει. Γένος ἐστὶ τὸ καθ' ἑαυτὸ θεωρούμενον πρᾶγμα. Τὸ εἶδος κατὰ δύο σημαινομένων φέρεται· λέγεται γὰρ εἶδος καὶ ἡ μορφή, οἷον «πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος». Λέγεται εἶδος καὶ τὸ ἀπὸ τοῦ γένους διαιρούμενον, ὡς ὅταν τὸν ἄνθρωπον εἶδος λέγωμεν τοῦ ζῴου. Εἶδός ἐστι τὸ ὑπὸ τὸ γένος ταττόμενον. Καὶ πάλιν εἶδός ἐστιν, οὗ τὸ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται. Καὶ πάλιν εἶδός ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον. Οὗτος δὲ ὁ ὁρισμὸς τοῦ εἰδικωτάτου εἴδους ἐστί. Γενικώτατον γένος ἐστὶ τὸ πρῶτον γένος, ὃ γένος ὂν οὐκ ἔστιν εἶδος, ἤγουν τὸ μὴ ἔχον ἐπάνω αὐτοῦ ἕτερον γένος, ἐξ οὗ τέμνεται ὡς οὐσία. Εἰδικώτατον εἶδός ἐστι τὸ ἔσχατον εἶδος, ὃ εἶδος ὂν οὐκ ἔστι γένος διὰ τὸ μὴ ἔχειν ὑποκάτω αὐτοῦ ἕτερον εἶδος, ἀλλὰ προσεχῶς ἐπάνω τῶν ἀτόμων ὂν ὡς εἰς αὐτὰ διαιρούμενον, οὗ ὅρος ἐστί· Τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον. Τὰ δὲ μεταξὺ τοῦ γενικωτάτου γένους καὶ τῶν εἰδικωτάτων εἰδῶν γένη τε καὶ εἴδη ὑπάλληλα λέγεται. Διαφορὰ τριχῶς λέγεται καὶ κοινῶς καὶ ἰδίως καὶ ἰδιαίτατα. Διαφορά ἐστιν ἡ λεγομένη κοινῶς διαφορὰ τὸ χωριστὸν συμβεβηκός, διότι παντὶ τῷ εἴδει κοινῶς ἐνθεωρεῖται, οἷον ὡς ὅταν ὁ δεῖνα τοῦδε διαφέρῃ κατὰ τὸ ὑγιαίνειν καὶ νοσεῖν, κατὰ τὸ κινεῖσθαι καὶ ἠρεμεῖν, κατὰ τὸ καθέζεσθαι καὶ ἵστασθαι. Διαφορά ἐστιν ἡ λεγομένη ἰδίως διαφορὰ τὸ ἀχώριστον συμβεβηκός, διότι οὐ παντὶ τῷ εἴδει πρόσεστιν ἀλλά τισιν, οἷον ὡς ὅταν ὁ δεῖνα τοῦδε διαφέρῃ κατὰ τὸ σιμὸν ἢ γλαυκὸν ἢ φαλακρόν. Διαφορά ἐστιν ἡ ἰδιαίτατα παρὰ τοῖς φιλοσόφοις καλουμένη, ἥτις καὶ οὐσιώδης ὑπάρχει διαφορά, ᾗτινι περισσεύει τὸ εἶδος τοῦ γένους. Καὶ πάλιν διαφορά ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορούμενον. Διαφορὰ ὁμοίως ἐστὶ τὸ χωρίζειν πεφυκὸς τὰ ὑπὸ τὸ αὐτὸ γένος οὐσιωδῶς. Διαφορὰ ὡσαύτως ἐστίν, ὅτῳ διαφέρει ἕκαστον οὐσιωδῶς. Διαφορά ἐστιν ἡ ἕτερον εἶδος ποιοῦσα καὶ ἡ ἐν τῷ ὅρῳ παραλαμβανομένη. Διαφορά ἐστι λόγος, καθ' ὃν ἡ πρὸς ἄλληλα τῶν σημαινομένων ἑτερότης σῴζεσθαι πέφυκεν. Ταυτότης δέ ἐστιν ἀπαραλλαξία, καθ' ἣν ὁ τοῦ σημαινομένου λόγος τὸ πάντῃ κέκτηται μοναδικὸν μηδενὶ τρόπῳ διαφορᾶς γνωριζομένης. Ἰστέον δέ, ὅτι ἡ ταυτότης κατὰ τρεῖς τρόπους λαμβάνεται. Ἔστι γὰρ ταὐτὸν τῷ γένει, ὡς ὅταν εἴπωμεν ταὐτὸν ἄνθρωπον καὶ τὸν ἵππον, καθὸ ἀμφότερα ζῷά ἐστιν. Ἔστι ταὐτὸν καὶ τῷ εἴδει, ὡς ὅταν εἴπωμεν τὸν Πέτρον καὶ τὸν Ἰωάννην ταὐτὸν εἶναι τῷ εἴδει, καθὸ ἀμφότεροι ἄνθρωποί εἰσι. Πάλιν ἐστὶ ταὐτὸν τῷ ἀριθμῷ, ὡς ὅταν εἴπωμεν τὸν Πέτρον αὐτὸν ἑαυτῷ ταὐτὸν εἶναι. Καὶ ἡ διαφορὰ δὲ τριττῶς λαμβάνεται. Ἔστι γὰρ διαφορὰ τῷ γένει καὶ διαφορὰ τῷ εἴδει καὶ πάλιν τῷ ἀριθμῷ. Ἴδιόν ἐστι τὸ μιᾷ φύσει ἁρμόζον καὶ ἀντιστρέφον πρὸς τὸ ὁριστὸν ὥσπερ τὸ γελαστικὸν τοῦ ἀνθρώπου καὶ χρεμετιστικὸν τοῦ ἵππου. Περὶ τούτου ὁ λόγος τοῖς φιλοσόφοις τοῦ παντὶ καὶ μόνῳ καὶ ἀεὶ ὑπάρχοντος, ὥσπερ ἴδιον ἐπεισουσιῶδες καλοῦσιν. Ἴδιόν ἐστι τὸ παντὶ καὶ μόνῳ τῷ εἴδει καὶ ἀεὶ ὑπάρχον. Ἰδίωμά ἐστι τὸ ἰδικῶς, ἐν ᾧ ἐστι, καὶ μόνον γνωριζόμενον, ἐν ἑτέρῳ δὲ οὔ. Ἰδίωμα πάλιν ἐστὶ τὸ σημαντικὸν πάσης οὐσίας σχῆμά τε καὶ πρᾶγμα. Ἰδίωμά ἐστι τὸ σημαῖνον τούτου, οὗ ἐστι, τὴν ὕπαρξιν. Συμβεβηκός ἐστιν, ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. Συμβεβηκός ἐστιν, ὃ ἐνδέχεται τῷ αὐτῷ ὑπάρχειν καὶ μὴ ὑπάρχειν. Συμβεβηκός ἐστιν, ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον ἀδύνατον χωρὶς εἶναι τοῦ, ἐν ᾧ ἐστι. Συμβεβηκός ἐστι τό τε χωριστὸν οἷον θερμότης, ψυχρότης, λευκότης, καὶ τὸ ἀχώριστον οἷον ἐν ῥινὶ γρυπότης καὶ ἡ ἐν ὀφθαλμῷ γλαυκότης. Γενικόν ἐστι τὸ ἐν ἑαυτῷ τὸ γένος περιέχον. Εἰδικόν ἐστι τὸ ἐν ἑαυτῷ τὸ εἶδος περιέχον. Εἰδικόν ἐστιν ἡ οὐσία ἤγουν ἡ φύσις. Περιεκτικόν ἐστιν τὸ ἐν ἑαυτῷ τὰ μερικὰ συνάγον καὶ ἀναπληροῦν.