Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Fragmenta philosophica
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.1
Οὐσία ἐστὶ τὸ δι' ὅλου ὑφεστὸς καὶ ἑτέρου μὴ δεόμενον εἰς τὸ εἶναι. Οὐσία ἐστὶν ἡ ἑκάστου ὕπαρξις. Οὐσία ἐστὶν ἡ κοινὴ τῶν ὄντων φύσις, καθ' ἣν καὶ τὰ ἄτομα καὶ τὰ εἴδη ἀλλήλοις κοινωνοῦσιν ὑπὸ ἕνα καὶ τὸν αὐτὸν ὅρον τῆς οὐσίας ἀναφερόμενα. Ἔστι δὲ οὐσία πρᾶγμα ὑφεστὸς αὐθυπόστατον. Οὐσία ἐστὶ πᾶν τὸ κατ' ἰδίαν ὕπαρξιν ὑφεστὸς καὶ μὴ ἐν ἄλλῳ τὸ εἶναι ἔχον. Οὐσία ἐστὶ πρώτως καὶ κυρίως πᾶν, ὅτιπερ αὐθυπόστατόν ἐστι καὶ μὴ ἐν ἑτέρῳ ἔχει τὸ εἶναι. Οὐσία κυρίως λέγεται αὐτὸ τὸ ὂν τὸ μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν. Οὐσία ἐστὶν ὄνομα κοινὸν καὶ ἀόριστον κατὰ πασῶν τῶν ὑπ' αὐτὴν ὑποστάσεων ὁμοτίμως κατηγορούμενον. Οὐσία ἐστὶ τὸ οὐχ ἑνὶ μόνον ἀλλὰ πολλοῖς καὶ διαφόροις τῷ ἀριθμῷ ἐνυπάρχον καὶ οὔ τινι πλέον, τινὶ δὲ ἔλαττον ἐνθεωρούμενον. Οὐσία ἐστὶν ἡ καθ' ὑποκειμένων τῶν ὑποστάσεων λεγομένη καὶ ἐν πάσαις αὐταῖς ἐφίσης καὶ ὁμοτίμως θεωρουμένη. Οὐσία ἐστὶ τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ τῶν ἐναντίων παρὰ μέρος δεκτικόν· τοῦτον τὸν ὅρον ὡς ἐπίπαν οἱ ἔξω τῆς μερικῆς παρ' αὐτοῖς λεγομένης ἔθηκαν οὐσίας. Οὐσία ἐστὶν ἡ κατὰ πολλῶν καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορουμένη καὶ πᾶσι συμπαροῦσα καὶ ἐφίσης μεταδιδοῦσα τοῦ οἰκείου ὀνόματος καὶ πράγματος. Μορφὴ καλεῖται καὶ λαμβάνεται τὸ ὁρώμενον τοῦτο τοῦ σώματος εἶδος. Κυρίως δὲ μορφὴ ἡ οὐσία ὑπὸ τῶν πατέρων ἐλήφθη ὥσπερ καὶ ὑπὸ τοῦ ἀποστόλου· ἀθέμιτον γὰρ ἐπὶ θεοῦ τοῦ ἀοράτου καὶ ἀσεβὲς τὴν μορφὴν εἶδος λέγειν ἤγουν σχῆμα. Μορφή ἐστιν ἡ κατ' ἰδίαν θεωρίαν θεωρουμένη καὶ ἑτέρου πρὸς τὴν αὐτῆς δήλωσιν ἀνενδεῶς ἔχουσα. Μορφή ἐστι τὸ καθ' ἑαυτὸ ὂν καὶ κοινωνίας ἑτέρου εἰς τὸ εἶναι οὐ δεόμενον. Φύσις ἐστὶν ἀρχὴ κινήσεως καὶ ἠρεμίας. Φύσιν δὲ καλοῦμεν πολλάκις τὸ τοιῶσδε πεφυκέναι καὶ οὐκ αὐτὴν πάντως τὴν οὐσίαν. Φύσιν δὲ πάλιν ὡς τὰ πολλὰ τὴν οὐσίαν καλεῖν σύνηθες καὶ μάλιστα τοῖς ἡμετέροις διδασκάλοις. Φύσις ἀληθῶς τοῦτό ἐστιν, ἐν ᾧ τὸ εἶναι τῆς οὐσίας λαμβάνεται. Φύσις ἐστὶ κατὰ τοὺς ἔξω φιλοσόφους δύναμίς τις ἐνδεδυκυῖα τῇ ὕλῃ, ἀρχὴ ἠρεμίας καὶ κινήσεως. Φύσις ἐστὶν ἡ τῶν πραγμάτων ἀλήθεια. Φύσις καὶ οὐσία καὶ μορφή ἐστιν ἡ τῶν ὄντων οὖσα ποιότης. Ἀνούσιόν ἐστι τὸ ἄκτιστον καὶ ἀνύπαρκτον διὰ παντός.– Μερικὴ οὐσία ἐστὶ λόγος ἔναρθρος καὶ ἀσήμαντος. Οὐσιῶδές ἐστιν, ὃ παρὸν μὲν σῴζει, ἀπὸν δὲ φθείρει, ὡς ἐπὶ τοῦ λογικοῦ. Ἐπουσιῶδες δέ ἐστιν, ὅπερ οὔτε παρὸν σῴζει οὔτε ἀπὸν φθείρει, ὡς ἐπὶ τοῦ λευκοῦ. Ἐπεισουσιώδη καλοῦσιν οἱ φιλόσοφοι τὰ ἀχώριστα συμβεβηκότα.– Ἄτομόν ἐστι τὸ ἐξ ἰδιωμάτων συγκείμενον, ὧν τὸ ἄθροισμα οὐκ ἂν ἐπ' ἄλλου ποτὲ ὀφθείη.– Πρόσωπόν ἐστιν, ὃ διὰ τῶν οἰκείων ἐνεργημάτων τε καὶ ἰδιωμάτων ἀρίδηλον καὶ περιωρισμένην τῶν ὁμοφυῶν αὐτοῦ παρέχεται ἡμῖν τὴν ἐμφάνειαν.

Intertext edge

Open linked passage

Note