Fragmenta philosophica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1
Ὑπόστασίς ἐστι συνδρομὴ τῶν χαρακτηριστικῶν ἰδιωμάτων τὸ ἄτομον καὶ ἰδικὸν τουτέστι τὸν τινὰ ἄνθρωπον τοῦ κοινοῦ διαστέλλουσα. Ὑπόστασίς ἐστι συνδρομὴ τῶν περὶ ἕκαστον ἰδιωμάτων. Ὑπόστασίς ἐστιν ἡ διὰ τῶν χαρακτηριστικῶν ἰδιωμάτων ἐν τῷ τινὶ πράγματι παριστῶσα καὶ διαγράφουσα τὸ κοινὸν καὶ ἀπερίγραπτον τῆς φύσεως. Ὑπόστασίς ἐστιν οὐσία μετὰ ἰδιωμάτων ἀριθμῷ τῶν ὁμογενῶν διαφέρουσα. Ἐνυπόστατόν ἐστι τὸ καθ' ἑαυτὸ μὲν οὐδαμῶς ὑφιστάμενον ἐν ἄλλοις δὲ θεωρούμενον ὡς εἶδος ἐν τοῖς ὑπ' αὐτὸ ἀτόμοις, ἢ τὸ σὺν ἄλλῳ διαφόρῳ κατὰ τὴν οὐσίαν εἰς ὅλου τινὸς γένεσιν συντιθέμενον. Ὑπόστασιν λέγομεν τὸ καθ' ἑαυτὸ ὑφεστὸς καὶ οὐδενὶ ἑτέρῳ συνθεωρούμενον, ὅπερ καὶ ἄτομον καλοῦσί τινες· ἄθροισμα δὲ συμβεβηκότων τοῦτο ἂν εἴη, ἅπερ ἅμα πάντα θεωρούμενα οὐδενὶ πρόσεστιν ἑτέρῳ πλὴν τοῦ ἑνός, ᾧ πρόσεστιν. Ἐνυπόστατόν ἐστι τὸ ἐν ἀληθείᾳ ὂν καὶ ἐν ὑπάρξει θεωρούμενον. Ἀνυπόστατόν ἐστιν οὐχὶ τὸ μὴ ὂν ἀλλὰ τὸ μὴ γενόμενον ὡς τὸ σκότος. Ἀνυπόστατόν ἐστι πᾶν τὸ μὴ ἐκ θεοῦ γεγονὸς ἀλλ' ἐν ἀπουσίᾳ τοῦ κρείττονος ἱστάμενον ὡσανεὶ τὸ σκότος ἢ νόσος ἢ ἁμαρτία ἢ θάνατος.– Ὁμοούσιόν ἐστι τὸ μηδαμῶς καὶ ἀπαραλείπτως ἐνδεὲς τοῦ ἑτέρου.– Καθ' ὑπόστασίν ἐστι τὸ ἐκ διαφόρων φύσεων ὑφεστὸς πρᾶγμα. Καθ' ὑπόστασίν ἐστι τὸ ἐκ δύο μὲν πραγμάτων, ἐν ἑνὶ δὲ προσώπῳ. Καθ' ὑπόστασιν ἕνωσίς ἐστιν ἡ ἐν ὑποστάσει ἑτέρᾳ προστρέχουσα φύσις. σωμάτων παράθεσις, ποιοτήτων ἀντέμβασις. Κρᾶσίς ἐστι σύζευξις σωμάτων τὰς ἐν αὐτοῖς ἀλλήλοις ἀντικιρνώντων ποιότητας. Κρᾶσίς ἐστιν οὐσιῶν ἀλλήλαις ἑτεροίων συνδρομὴ καὶ τῶν περὶ αὐτὰς ποιοτήτων ἀντεμβολή.