Fragmenta philosophica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
13.1
Κατὰ φύσιν ἐστὶ τὸ κοινῶς ὁρώμενον ἐν τῷ γένει συστατικὸν τῆς οὐσίας.– Μονοειδής ἐστιν ἡ ἐν μόνῳ τῷ εἴδει αὐτῆς καὶ οὐκ ἐν μετασχηματισμῷ ὁρωμένη οὐσία. Μονοειδές ἐστι τὸ μονοτρόπως ὁραθῆναι δυνάμενον. Μονοειδές ἐστιν ἡ πάσης τροπῆς καὶ μετασχηματισμοῦ οὐσία χωρίς.– Καθ' αὑτό ἐστι τὸ πρώτως καὶ κατ' οὐσίαν προσόν τινι καὶ μὴ κατὰ συμβεβηκὸς ὥσπερ τὸ λογικόν· τοῦτο γὰρ οὐσιωδῶς πρόσεστι τῷ ἀνθρώπῳ. Ὁμογενῆ εἰσι τὰ ὑπὸ τὸ αὐτὸ γένος. Ὁμοειδῆ εἰσι τὰ ὑπὸ τὸ αὐτὸ εἶδος. Ὁμοϋπόστατά εἰσι τὰ μίαν καὶ τὴν αὐτὴν ἔχοντα ὑπόστασιν. Ἑτερογενῆ εἰσι τὰ διαφέροντα κατὰ τὸ γένος καὶ μὴ ὄντα ὁμοούσια. Ἑτεροειδῆ εἰσι τὰ διαφέροντα κατὰ τὸ εἶδος ἤγουν κατὰ τὴν οὐσίαν. Ὁμοούσιά εἰσι τὰ τῆς αὐτῆς οὐσίας μετέχοντα. Ἑτεροούσιά εἰσι τὰ διαφέροντα κατὰ τὴν οὐσίαν. Ἑτεροϋπόστατά εἰσι τὰ διαιρούμενα κατὰ τὴν ὑπόστασιν. Ὁμοφυῆ εἰσι τὰ ὁμοούσια, ἑτεροφυῆ εἰσι τὰ ἑτεροούσια. Ὁμογενῆ καὶ ὁμοφυῆ καὶ ὁμοειδῆ καὶ ὁμοούσια ταὐτόν εἰσιν· ἑτερογενῆ καὶ ἑτεροφυῆ καὶ ἑτεροειδῆ καὶ ἑτεροούσια ταὐτὸν οὔκ εἰσιν.