Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Fragmenta philosophica
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.1
Ὁμώνυμά εἰσιν, ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, ἤγουν τὰ τὸ αὐτὸ ὄνομα ἔχοντα, τὸ δὲ ἐκ τοῦ ὀνόματος σημαινόμενον ἕτερον καὶ ἕτερον, ὡς Ἰωάννης ὁ βαπτιστὴς καὶ Ἰωάννης ὁ ἀπόστολος ἓν ὄνομα ἔχοντες ἀμφότεροι τὸ «Ἰωάννης», ἄλλο δὲ καὶ ἄλλο τὸ ἐκ τοῦ ὀνόματος σημαινόμενον· ὁ μὲν γὰρ βαπτιστὴς ὁ δὲ ἀπόστολος, καὶ ὁ μὲν Ζαχαρίου υἱὸς ὁ δὲ Ζεβεδαίου.– Συνώνυμα δέ εἰσιν, ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ὁ αὐτός, ἤγουν τὰ τὸ αὐτὸ ὄνομα ἔχοντα καὶ τὸ ἐκ τοῦ ὀνόματος σημαινόμενον τουτέστι τὸν ὅρον αὐτοῦ τοῦ κοινοῦ ὀνόματος, ὡς ζῷον ὅ τε ἄνθρωπος καὶ ὁ ἵππος· ἀμφότερα γὰρ κοινωνοῦσι τοῦ ζῴου καὶ τοῦ ὅρου, ἕκαστον γὰρ αὐτῶν ζῷον λέγεται καὶ τὸν αὐτὸν ὅρον τοῦ ζῴου ἐπιδέχεται, οὐσία γάρ ἐστιν ἔμψυχος αἰσθητική.– Πολυώνυμά εἰσι πολλὰ ὀνόματα καθ' ἑνὸς πράγματος λεγόμενα ὡς ἄορ, ξίφος, μάχαιρα, σπάθη· ταῦτα γὰρ πάντα τὰ ὀνόματα τὸ αὐτὸ δηλοῦσι καὶ ἕνα ὅρον ἔχουσιν, ὅρος γὰρ αὐτῶν ἐστι σίδηρος ἀμφήκης.– Ἑτερώνυμα δὲ τὰ μήτε τῷ ὀνόματι μήτε τῷ ὅρῳ κοινωνοῦντα, ὧν τό τε ὄνομα καὶ ὁ λόγος τῆς οὐσίας ἕτερος. Εἰ μὲν οὖν ἔχουσιν ἓν ὑποκείμενον, λέγονται ἑτερώνυμα οἷον ἀνάβασις καὶ κατάβασις· ἔχουσι γὰρ ἓν ὑποκείμενον, τὴν κλίμακα.– Ἕτερα δέ εἰσιν, ὧν τό τε ὄνομα καὶ ὁ τῆς οὐσίας λόγος ἕτερος, καὶ οὐκ ἔχουσιν ἓν ὑποκείμενον ὡς οὐσία καὶ συμβεβηκός.– Παρώνυμα δέ εἰσι τὰ ἀπό τινος ἔχοντα τὴν προσηγορίαν ὡς ἐκ τῆς δικαιοσύνης δίκαιος.

Intertext edge

Open linked passage

Note