Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Fragmenta philosophica
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
15.1
Κοινόν ἐστιν ἢ τὸ ἐν πολλοῖς θεωρούμενον ἢ τὸ ἐκ πολλῶν κατηγορούμενον. Κοινὸν δὲ τετραχῶς λέγεται ἢ τὸ εἰς τὰ μέρη διαιρετὸν ὡς ἡ κληρουχουμένη γῆ, ἢ τὸ ἀδιαιρέτως ἐν χρήσει κοινῇ λαμβανόμενον οὐχ ἅμα δὲ ὡς εἷς δοῦλος ἢ εἷς ἵππος δύο δεσποτῶν, ἢ τὸ ἐν προκαταλήψει ἰδιοποιούμενον, εἰς δὲ τὸ κοινὸν ἀναπεμπόμενον οἷον ὡς ἐν θεάτρῳ τόπος ἢ ὁ ἐν βαλανείῳ, ἢ τὸ ἀδιαιρέτως εἰς κοινὴν καὶ τὴν αὐτὴν ἔννοιαν προβαλλόμενον, ὡς ἡ φωνὴ τοῦ κήρυκος κατὰ τοῦτον τὸν τρόπον ἐνταῦθα ἐλήφθη· ὁ λόγος ἐστὶν ἡ περὶ ὅλου, οὗ ἐστι, δι' ἑαυτῆς γνωρίζουσα. Ὑποκείμενον λέγεται ἡ οὐσία αὐτή. Καθ' ὑποκειμένου δὲ λέγεται, ὅταν τὰ καθ' ὅλου τῶν μερικῶν κατηγορῆται, ἐν ὑποκειμένῳ δὲ ὡς ἐν ταῖς οὐσίαις τὰ συμβεβηκότα οἷον ὡς τὸ λευκὸν ἐν κύκνῳ. Τὸ ὑποκείμενον διττόν ἐστι· τὸ μὲν πρὸς ὕπαρξιν, τὸ δὲ πρὸς κατηγορίαν. Καὶ πρὸς ὕπαρξιν μὲν ὑποκεῖσθαι λέγουσι τὴν οὐσίαν τοῖς συμβεβηκόσι, πρὸς κατηγορίαν δὲ τὰ μερικὰ τοῖς καθ' ὅλου. Ἐν ὑποκειμένῳ ἐστίν, ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον ἀδύνατον χωρὶς εἶναι τοῦ, ἐν ᾧ ἐστιν, ὡς τὸ χρῶμα ἐν σώματι· οὐ γάρ ἐστι τὸ χρῶμα μέρος τῆς οὐσίας τοῦ σώματος, τὸ δὲ χρῶμα οὐ δύναται εἶναι ἐκτὸς τοῦ σώματος. Καθόλου ἐστι τὸ πολλὰ σημαῖνον ὡς ἄνθρωπος· σημαίνει γὰρ πάντας τοὺς ἀνθρώπους πολλοὺς ὄντας.– Μερικὸν δὲ τὸ ἐκ τοῦ καθόλου διαιρεθὲν καὶ ὑποκείμενον αὐτῷ ὡς Πέτρος, Παῦλος καὶ εἷς ἕκαστος τῶν ἀνθρώπων.– Συνώνυμος κατηγορία ἐστίν, ὅταν καὶ τὸ ὄνομα καὶ τὸν ὅρον τοῦ κατηγορουμένου δέχεται τὸ ὑποκείμενον.– Καθ' αὑτό ἐστι τὸ πρώτως καὶ κατ' οὐσίαν προσόν τινι.

Intertext edge

Open linked passage

Note