Fragmenta philosophica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1
Ποσότης ἐστὶν ἀριθμοῦ πέρας ἤγουν μονάδων σύνθεσις.– Ἀριθμὸς ὁρίζεται σωρεία μονάδων ἢ χύμα μονάδων, οὐχὶ δὲ διαίρεσις μονάδων.– Ποιότης ἐστὶν ἡ τὴν διαφορὰν ἐκ τῶν ἄλλων ἐν ἑαυτῇ δεικνύουσα. Ἕξις ἐστὶν ἡ κατὰ φύσιν ἑκάστου ἐνέργεια καὶ ὁλοκληρία, οἷον ἐπὶ μὲν ψυχῆς σωφροσύνη, ἀνδρεία, φρόνησις, δικαιοσύνη, ἐπὶ δὲ σώματος τὸ ἐντελὲς τῶν μελῶν καὶ ἀνάλογον καὶ ἡ ὑγίεια. Ἡ δὲ τούτων αὐτῶν ἀτευξία καὶ διαμάρτησις καὶ καθ' ὅλου ἀναίρεσις λέγεται στέρησις. Ἕξις μέν ἐστι ποιότης τις ἔμμονος· τόκον δὲ ταύτης τὴν ἐνέργειαν λέγω. Ἕξις μέν ἐστι ποιότης τις δυσκίνητος καὶ δυσμετάβλητος, ἡ δὲ διάθεσις ἡ ἀντιδιαστελλομένη τῇ ἕξει εὐμετάβλητος καὶ εὐμετακίνητος. Ἕξις τοίνυν λέγεται ἡ καθ' ἕνα μὲν τρόπον ἐνέργεια τοῦ ἐχομένου καὶ τοῦ ἔχοντος ὡς τοῦ ὅπλου καὶ τοῦ ὡπλισμένου καὶ ἐνδύματος καὶ ἐνδυομένου. Δεύτερον δὲ αἱ ἐπείσακτοι ἐνέργειαι αἱ μόνομοι οὖσαι, εἴτε φυσικαὶ εἴτε ψυχικαὶ ὦσι, φυσικαὶ μὲν ὡς θερμότης ἐν τοῖς θερμαινομένοις σώμασι, ψυχικαὶ δὲ ὡς ἐπιστήμη. Κατὰ τρίτον τρόπον, ὅπερ οὔπω μὲν ἔχει, ἐπιτηδειότητα δὲ ἔχει πρὸς τὸ δέξασθαι, ὅπερ ἦν τὸ πρῶτον σημαινόμενον τοῦ «δυνάμει». Κατὰ τέταρτον δὲ τρόπον ἡ φυσικὴ ποιότης ἤγουν ἡ φυσικὴ ἕξις ὡς ἡ θερμότης τοῦ πυρὸς καὶ τοῦ καθεύδοντος ἡ ὄψις καὶ τῆς χιόνος ἡ ψύξις. Καὶ ἡ πέμπτη δὲ ἡ τελικὴ ἐνέργεια ὡς ἡ ὅρασις καὶ ἡ θερμότης· κατὰ οὖν τὸ τέταρτον σημαινόμενον ἔλαβεν Ἀριστοτέλης τὴν ὡς κατὰ στέρησιν καὶ ἕξιν τῶν ἀντικειμένων ἀντίθεσιν ἤγουν τῆς δυνάμεως εἴτε τῆς ποιοτικῆς εἴτε τῆς παθητικῆς. Διάθεσις δέ ἐστιν ἡ κατὰ συμβεβηκὸς τοιάδε ἑκάστου ποιότης. Δύναμις δὲ λέγεται ἡ μὲν κατ' ἐπιτηδειότητα, ἡ δὲ καθ' ἕξιν· κατ' ἐπιτηδειότητα μέν, ὡς ὅταν εἴπωμεν τὸ παιδίον δυνάμει γραμματικὸν εἶναι, καθὸ ἔχει ἐπιτηδειότητα πρὸς τὸ γενέσθαι γραμματικόν· καθ' ἕξιν δέ, ὡς ὅταν εἴπωμεν τὸν ἠρεμοῦντα γραμματικὸν δυνάμει γραμματικὸν εἶναι, καθό, εἰ καὶ μὴ κέχρηται τῇ τέχνῃ, γινώσκει αὐτήν. Δύναμις πάλιν λέγεται καθ' ἕξιν, ὡς ὅταν εἴπωμεν τὸ παιδίον σπερματικόν, καθὸ πέφυκεν εἶναι σπερματικὸν καὶ ἔστι δυνάμει, εἰ καὶ μήπω τῇ ἐνεργείᾳ διὰ τὸν χρόνον· ὡσαύτως καὶ ὁ κόκκος τοῦ σίτου δυνάμει τῇ καθ' ἕξιν ἐστὶ στάχυς, ἔχει γὰρ δύναμιν φυσικὴν γενέσθαι στάχυς. Δύναμις λέγεται καὶ ἡ ἰσχύς. Δύναμις λέγεται καὶ ἡ στρατεία τουτέστι τὰ ἐκστρατεύματα. Πρός τί εἰσιν, οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν. Πρός τι ταῦτά ἐστιν, οἷς τὸ εἶναι ταὐτόν ἐστιν ἐν τῷ πρὸς ἕτερον λέγεσθαι. Πρός τι δὲ λέγεται, ὅσα αὐτά, ἅπερ ἐστίν, ἑτέρων ὑπάρχει· ἅμα δὲ καὶ ἀναστρέφει πρὸς ἄλληλα. Πρός τί εἰσιν, οἷς τὸ εἶναι ταὐτὸν τῷ πρός τί που ἔχει. Τινὲς δὲ σαφέστερον ἑρμήνευσαν τὴν ὑπογραφὴν, ὅτι ταῦτά εἰσι πρός τι, οἷς τὸ εἶναι ταὐτόν ἐστιν ἐν τῷ πως ἔχειν πρὸς ἕτερον.– Ποῦ ἐστι τόπου δήλωσις οἷον ἐν Ῥώμῃ, ἐν Ἀλεξανδρείᾳ.– Πότε ἐστὶ χρόνου δήλωσις οἷον πέρυσι, σήμερον, αὔριον.– Κεῖσθαί ἐστι τὸ ἔχον θέσιν πως πρὸς ἕτερον οἷον τὸ σῶμα τὸ κείμενόν πως πρὸς τὴν τοιάνδε θέσιν ἢ πρὸς ἀνάκλισιν ἢ καθέδραν.– Ἔχειν ἐστὶν οὐσία περὶ οὐσίαν ὡς δακτύλιος περὶ τὸν δάκτυλον καὶ ἱμάτιον περὶ τὸ σῶμα.– Ποιεῖν ἐστι τὸ ἐν ἑαυτῷ ἔχειν τὴν αἰτίαν τῆς ἐνεργείας.– Πάσχειν ἐστὶ τὸ ἐν ἑαυτῷ καὶ ἑτέρῳ ἔχειν τὴν αἰτίαν τοῦ πάσχειν. Ποιεῖν λέγεται ἐπὶ τῶν ποιητικῶν τεχνῶν, τεκτονικῆς φημι καὶ τῶν τοιούτων· πράττειν δέ, ἐφ' ὧν οὐ διαμένει τὸ τέλος ἤγουν τὸ ἀποτέλεσμα ὡς ἐπὶ τῆς αὐλητικῆς καὶ ὀρχηστικῆς· θεωρεῖν δὲ ἐπὶ τοῦ ἀστρονομεῖν, γεωμετρεῖν, νοεῖν καὶ τῶν τοιούτων λέγεται. Ἀπαθές ἐστι τὸ πάσης ὕλης χωρὶς καὶ ὑπὸ ταύτης οὐδαμῶς, ὅ ἐστι, νοηθῆναι δυνάμενον. Ἀπαθές ἐστι τὸ πάθους χωρὶς καὶ πάσης ἁφῆς ἀνώτερον. Ἀπαθές ἐστι τὸ ἑτέρου ἀνενδεὲς καὶ ἀεὶ ὡσαύτως ἐφ' ἑαυτοῦ μένον. Πάθος ἐστὶ μεταποίησις τοῦδέ τινος, οὗ ἦν, εἴτ' ἐπ' ἀγαθῷ εἴτε καὶ ὡς ἄλλως. Παθητόν ἐστι τὸ μεταποιηθῆναι δυνάμενον εἰς τοῦτο, ὃ οὐκ ἦν πρότερον. 17 Πρότερον ἕτερον ἑτέρου λέγεται πενταχῶς. Πρότερον κυρίως ἐστὶ τὸ χρόνῳ πρότερον, ὡς λέγομεν παλαιότερον ἢ πρεσβύτερον. Πρότερον φύσει ἐστίν, ὅπερ συναναιρεῖ καὶ οὐ συναναιρεῖται, καὶ συνεισφέρεται μὲν οὐ συνεισφέρει δέ, δι' ὅπερ τὰ ἁπλᾶ προτεύουσι τῶν συνθέτων καὶ τὰ καθόλου τῶν μερικῶν. Πρότερον δέ ἐστι καὶ τὸ κατὰ τάξιν. Πρότερόν ἐστι καὶ τὸ κατὰ δύναμιν ἤτοι κατ' ἀξίαν. Πρότερον ὁμοίως ἐστὶ καὶ τὸ αἴτιον καὶ τὸ αἰτιατόν· αἴτιον δὲ δεῖ νοεῖν τὸ ἀποτελοῦν, αἰτιατὸν δὲ τὸ ἀποτελούμενον. Ἅμα λέγεται τὰ συνυπάρχοντα ἀλλήλοις καὶ μὴ ὄντα πρότερον ἕτερον ἑτέρου εἴτε χρόνῳ εἴτε φύσει εἴτε αἰτίῳ εἴτε τάξει εἴτε δυνάμει ἤγουν ἀξίᾳ. Ἅμα δὲ λέγεται καὶ τὰ ἀντιδιαιρούμενα ἤγουν τὰ δύο σκέλη τὰ ἐκ τῆς αὐτῆς διαιρέσεως, οἷον τοῦ ζῴου τὸ μὲν λογικὸν τὸ δὲ ἄλογον. Κίνησίς ἐστιν ἐντελέχεια τοῦ δυνάμει, καθὸ τοιοῦτόν ἐστιν, οἷον ὁ χαλκὸς δυνάμει ἐστὶν ἀνδριάς· δύναται γὰρ ὁ χαλκὸς ἀπολαβεῖν τὸ εἶδος τοῦ ἀνδριάντος. Ἐντελέχεια οὖν ἐστι τοῦ χαλκοῦ τοῦ δυνάμει ἀνδριάντος ὄντος τὸ διαλύεσθαι, τὸ διαπλάττεσθαι, τὸ ξέεσθαι, ἅπερ εἰσὶ κινήσεις. Ἐν ὅσαις οὖν κατηγορίαις τὸ «δυνάμει», εἰκότως ἐν ταύταις θεωρηθήσεται ἡ κίνησις· ἔν τε τῇ οὐσίᾳ καὶ ἐν τῷ ποσῷ καὶ ἐν τῷ ποιῷ καὶ ἐν τῇ ποῦ κατηγορίᾳ, ἐν μὲν τῇ οὐσίᾳ γένεσις καὶ φθορά, ἐν δὲ τῷ ποσῷ αὔξησις καὶ μείωσις, ἐν δὲ τῷ ποιῷ ἀλλοίωσις, ἐν δὲ τῇ ποῦ τὸ κύκλῳ φερόμενον καὶ τὸ ἐπ' εὐθείας κινούμενον, καὶ καλεῖται τὸ μὲν πρότερον περιφορά, τὸ δὲ δεύτερον ἁπλῶς ἐπ' εὐθείας κίνησις. Ἑπτὰ δέ τινές εἰσιν ἐν τῇ ποῦ κατηγορίᾳ κινήσεις τουτέστιν αἱ τοπικαὶ καὶ μεταβατικαὶ κινήσεις· ἡ κάτω, ἡ ἄνω, ἡ ἐντός, ἡ ἐκτός, ἡ δεξιά, ἡ ἀριστερά, ἡ κυκλοφορουμένη. 18 Τὴν ἐπίνοιαν οἱ πατέρες καὶ ὁ ἀληθὴς λόγος διττὴν εἶναι ἀπεφήναντο· ἡ μὲν γὰρ οἱονεὶ ἐπέννοιά τις καὶ ἐπενθύμησίς ἐστι τὴν ὁλοσχερῆ τῶν πραγμάτων καὶ ἀδιάρθρωτον ἐξαπλοῦσά τε καὶ διασαφοῦσα θεωρίαν καὶ γνῶσιν, ὡς τὸ αἰσθήσει δόξαν εἶναι ἁπλοῦν τῇ πολυπραγμοσύνῃ τοῦ νοῦ πολυμερές τε καὶ ποικίλον ἀναφαίνεσθαι. Ἡ δὲ ἀνάπλασμα διανοίας τυγχάνει κατὰ συμπλοκὴν αἰσθήσεώς τε καὶ φαντασίας ἐκ τῶν ὄντων τὰ μηδαμῶς ὄντα συντιθεῖσα καὶ εἶναι δοξάσουσα· τοιαύτη δέ ἐστιν ἡ τῶν ἱπποκενταύρων καὶ σειρήνων μυθοπλαστία· τῶν γὰρ ὅλων τὰ μέρη λαμβάνουσα καὶ ἐκ μερῶν ἄλλο τι συντιθεῖσα κατὰ πολλὴν ἐξουσίαν τε καὶ εὐκολίαν τὰ μηδαμῶς ἐν ὑποστάσει τε καὶ οὐσίᾳ θεωρούμενα ἐν τῇ διανοίᾳ καὶ τοῖς λόγοις ἀνέπλασεν, εἶτα καὶ ταῖς ὕλαις διαμορφουμένη ἀνειδωλοποίησεν. Ἀρχή ἐστι τῶν γεγονότων αἰτία πάντων. Ἄναρχόν ἐστιν, ἐξ οὗ τὰ πάντα γεγένηται, αὐτὸ δὲ ἀγένητον.– Τέλος ἐστὶ τὸ τυχεῖν τοῦ σκοποῦ· τέλος ἐστὶ κατὰ Ἀριστοτέλην, οὗ εἵνεκα τὰ ἄλλα αὐτὸ δὲ μηδενὸς ἕνεκεν, ἢ οὕτως· Τέλος ἐστί, δι' ὃ τὰ ἄλλα τις πράττει, αὐτὸ δὲ διὰ μηδέν. Ἁπλῆ φωνή, ὄνομα, ῥῆμα, φάσις, ὅρος· ταῦτα τὰ πέντε κατὰ μὲν τὸ ὑποκείμενον οὐδὲν ἀλλήλων διαφέρει, μόνον δὲ κατὰ τὴν σχέσιν ἐστὶν ἡ διαφορά, οἷον ἄνθρωπος ὡς μὲν ἁπλῶς σημαντικόν τινος λέγεται ἁπλῆ φωνή, ὡς δὲ ὑποκείμενον λέγεται ὄνομα, ὡς δὲ τάξιν ἐπέχον κατηγορουμένου λέγεται ῥῆμα, ὡς δὲ μέρος προτάσεως λέγεται φάσις, ὡς δὲ μέρος συλλογισμοῦ λέγεται ὅρος. Ἀπόφανσίς ἐστι λόγος σημαίνων, τί τινι ὑπάρχει ἢ μὴ ὑπάρχει, οἷον «Σωκράτης βαδίζει» δηλοῖ, ὅτι οὐχ ὑπάρχει τῷ Σωκράτει τὸ βαδίζειν. Αὕτη ἡ ἀπόφανσις διαιρεῖται εἰς κατάφασιν καὶ ἀπόφασιν. Ἀπόφανσίς ἐστι λόγος, ἐν ᾧ τὸ ἀληθεύειν ἐστὶν ἢ τὸ ψεύδεσθαι οἷον «Σωκράτης ἄνθρωπός ἐστιν»– ἰδοὺ γὰρ ἀληθεύει– ἢ «Σωκράτης οὐκ ἔστιν ἄνθρωπος»– ἰδοὺ γὰρ ψεύδεται. Κατάφασίς ἐστι λόγος σημαίνων, τί τινι ὑπάρχει οἷον «Σωκράτης βαδίζει». Κατάφασις πάλιν ἐστὶ λόγος ἀποφαντικός τινος κατά τινος. Ἀπόφασίς ἐστι λόγος σημαίνων, τί τινι ὑπάρχει οἷον «Σωκράτης οὐ βαδίζει». Ἀντίφασις ἐστι μάχη δύο προτάσεων μεριζουσῶν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐπὶ πάσης ὕλης καὶ ἐπὶ παντὸς χρόνου οἷον «πᾶς ἄνθρωπος δίκαιός ἐστιν», «οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστιν»· πάντως τούτων ἡ μέν ἐστιν ἀληθὴς ἡ δὲ ψευδής. Πρότασίς ἐστι λόγος ἀποφαντικός τινος ἀπό τινος, ὅπερ ἐστὶν ἀπόφασις, ἤ τινος κατά τινος, ὅπερ ἐστὶ κατάφασις.– Ορος ἐστίν, εἰς ὃν ἀναλύεται ἡ πρότασις, οἷον πρότασίς ἐστι «Σωκράτης βαδίζει»· αὕτη ἡ πρότασις ἀναλύεται εἰς τὸ «Σωκράτης» καὶ εἰς τὸ «βαδίζει». Ἕκαστον οὖν αὐτῶν ὡς μέρος προτάσεως ὅρος ἐστί.– Συλλογισμός ἐστι λόγος, ἐν ᾧ τεθέντων τινῶν ἕτερον ἐξ ἀνάγκης τῶν κειμένων συμβαίνει διὰ τὰ κείμενα· «τεθέντων» δὲ εἶπον ἀντὶ τοῦ «ὁμολογηθέντων», τὸ δὲ «διὰ τὰ κείμενά» φημι, τουτέστιν ὅτι διὰ τὰς προκειμένας προτάσεις γίνεται τὸ συμπέρασμα μὴ δεόμενον ἔξωθεν ἑτέρας τινὸς συστάσεως ἢ ὅρου.– Λημμάτιόν ἐστιν, ὅπερ εἴληπται ὡς ὁμολογούμενον πρὸς κατασκευήν τινος. Ἰστέον δέ, ὅτι τὰ πέντε ταῦτα κατὰ τὴν ὑπόστασιν οὐδὲν ἀλλήλων διενηνόχασιν οἷον ἀπόφανσις, πρότασις, πρόβλημα, ἔνστασις, συμπέρασμα· ὅταν μὲν γὰρ ἁπλῶς ἀποφαίνωμαι, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν, ἀπόφανσις λέγεται. Ὅτε δὲ ὡς μέρος συλλογισμοῦ ληφθῇ, τότε πρότασίς ἐστι τὸ λέγειν «ἡ ψυχὴ ἀθάνατός ἐστιν». Ἡνίκα δέ τις ἐνίσταται πρὸς τὴν πρότασιν ζητῶν· Πόθεν δῆλον, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστι; τότε τὸ τοιοῦτον ἔνστασις προσαγορεύεται. Ἡνίκα δὲ πάλιν προτείνομεν εἰς ζήτησιν· Ἆρά γε ἡ ψυχὴ ἀθάνατός ἐστιν; καλεῖται πρόβλημα. Ὅτε δὲ ἐκ προτάσεως συνάγεται, καλεῖται συμπέρασμα, οἷον· Ἡ ψυχὴ ἀεικίνητος, τὸ ἀεικίνητον ἀθάνατον, λοιπὸν ἐκ τῶν προτάσεων τούτων· Ἄρα γε ἡ ψυχὴ ἀθάνατος· τουτέστι τὸ συμπέρασμα. Πρόβλημά ἐστι θεώρημα συντεῖνον εἰς αἵρεσιν καὶ φυγὴν πρὸς θεωρίαν καὶ γνῶσιν.– Πύσμα ἐστὶν ἐρώτημα διεξοδικὴν ἀπαιτοῦν ἀπόκρισιν.– Ἰστέον, ὡς διαφέρει ὁ ἐρωτηματικὸς λόγος τοῦ πυσματικοῦ, ὅτι τῷ μὲν ἐρωτηματικῷ ταχεῖα ἕπεται ἡ ἀπόκρισις ἤγουν δι' ὀλίγου, τῷ δὲ πυσματικῷ χρονία καὶ διὰ πολλοῦ ἕπεται ἡ ἀπόκρισις ἤγουν διὰ πολλῶν λόγων.– Ενστασις ἡ ἐκ πρώτης βαλβῖδος ἤγουν ἐκ προοιμίων ἀνατρέπουσα τὸν λόγον.–̓ Αντιπαράστασις δὲ ἡ δεχομένη μὲν τὸν λόγον ὡς ἀληθῆ, δεικνύουσα δέ, ὡς οὐδὲν βλάπτει πρὸς τὸ προκείμενον, οἷον θελόντων ἡμῶν δεῖξαι. Αἵρεσίς ἐστι περὶ πίστεως οὐκ ἀληθὴς δόξα. Αἵρεσίς ἐστι δόξα πλειόνων ἀνθρώπων πρὸς ἀλλήλους μὲν συμφωνούντων πρὸς ἑτέρους δὲ διαφωνούντων.– Κοινὴ δὲ ἔννοιά ἐστιν ἡ παρὰ πάντων ὁμολογουμένη, οἷον ὅτι ἔστι θεός.– Θέσις δέ ἐστι παράδοξος ὑπόληψίς τινος τῶν ἐν φιλοσοφίᾳ γνωρίμων ἤγουν ξένη ἔννοια οἷον ὡς Παρμενίδου λόγος, ὅτι ἓν ἔλεγε τὸ ὄν, καὶ ὡς ὁ Ἡρακλείτου, ὅτι πάντα κινεῖται. 19 Περὶ τῶν τεσσάρων διαλεκτικῶν μεθόδων Ἰστέον, ὡς τέσσαρές εἰσι διαλεκτικαὶ μέθοδοι ἤγουν λογικαί· αʹ διαιρετική, ἥτις διαιρεῖ τὸ γένος εἰς εἴδη διὰ μέσων τῶν διαφορῶν· βʹ ὁριστική, ἥτις ἀπὸ τοῦ γένους καὶ τῶν διαφορῶν διεῖλε, ὡς ἡ διαιρετικὴ ὁρίζεται τὸ ὑποκείμενον· γʹ ἀναλυτικὴ ἡ τὸ συνθετικώτερον ἀναλύουσα εἰς τὰ ἁπλούστερα, ἤγουν τὸ σῶμα εἰς τοὺς χυμούς, τοὺς χυμοὺς εἰς τοὺς καρπούς, τοὺς καρποὺς εἰς τὰ τέσσαρα στοιχεῖα, τὰ τέσσαρα στοιχεῖα εἰς ὕλην καὶ εἶδος· δʹ ἀποδεικτικὴ ἡ διὰ μέσου τινὸς δεικνύουσα τὸ προκείμενον· οἷον πρόκειταί μοι δεῖξαι, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστι· λαμβάνω τι μέσον, τὸ ἀεικίνητον, καὶ συλλογίζομαι οὕτως· Ἡ ψυχὴ ἀεικίνητος· τὸ ἀεικίνητον ἀθάνατον· ἡ ψυχὴ ἄρα ἀθάνατος. Ἰστέον δέ, ὡς οἱ συλλογισμοὶ τῆς ἀποδεικτικῆς εἰσι. Δεῖ δὲ γινώσκειν, ὅτι ἡ ἀναλυτικὴ τρισσή τίς ἐστιν· ἔστι γὰρ φυσικὴ ὡς προλεχθεῖσα· ἔστι δὲ καὶ λογικὴ ἀνάλυσις, ὅταν τὸν προταχθέντα συλλογισμὸν ἀναλύσωμεν εἰς τὸ οἰκεῖον σχῆμα· ἔστι καὶ μαθηματική, ὅταν λάβωμεν τὸ ζητούμενον ὡς ὁμολογούμενον καὶ καταντήσωμεν εἴς τι ὁμολογούμενον, ὅθεν ἀγρεύεται τὸ προκείμενον. Οἷον ἔστω ζητούμενον, εἰ ἀθάνατος ἡ ψυχή. Τοῦτο τὸ ζητούμενον λαμβάνω ὡς ὁμολογούμενον καὶ λέγω· Ἐπειδὴ ἀθάνατος ἡ ψυχή, εἰσὶν ἀμοιβαὶ τῶν φαύλων καὶ ἀγαθῶν πράξεων· εἰ δέ εἰσιν ἀμοιβαί, εἰσὶ τὰ ὑπὸ γῆν δικαιωτήρια· εἰ δέ εἰσι τὰ ὑπὸ γῆν δικαιωτήρια, ἔστι τὸ δικαζόμενον καὶ δικάζον· εἰ δέ ἐστι τὸ δικαζόμενον καὶ δικάζον, ἔστι προνοητὴς καὶ πρόνοια, ἥτις παρὰ πᾶσιν ὁμολογεῖται. Ἔνθεν λοιπὸν κατὰ σύνθεσιν λέγω· Ἐπειδὴ ἔστι πρόνοια καὶ δικαστής, εἰσὶ τὰ ὑπὸ γῆν δικαιωτήρια· εἰ δέ εἰσι ταῦτα, εἰσὶν ἀμοιβαί· εἰ δέ εἰσιν ἀμοιβαί, ἔστι τὸ κρινόμενον· εἰ δὲ ἔστι τὸ κρινόμενον, ἀθάνατος ἄρα ἡ ψυχή.