⋯
Original: Pg Scrape Grc
Περὶ τῶν δέκα γενικωτάτων γενῶν, ἃς κατηγορίας ὀνομάζουσιν Δεῖ γινώσκειν, ὅτι τῶν λεγομένων τὰ μὲν ἁπλῶς καὶ ἄνευ συμπλοκῆς λέγεται ὡς οὐσία, συμβεβηκὸς καὶ τὰ τοιαῦτα, τὰ δὲ μετὰ συμπλοκῆς, ὡς ἵππος τρέχει, ὡς Σωκράτης φιλοσοφεῖ. Ἡμῖν δὲ ἐνταῦθα σκοπός ἐστι περὶ ἁπλῶν λέξεων διαλεχθῆναι διὰ μέσων ἁπλῶν ἐννοιῶν ἁπλᾶ δηλουσῶν πράγματα. Ἕκαστον δὲ τῶν ἁπλῶς λεγομένων αὐτὸ μὲν καθ' ἑαυτὸ ἐν οὐδεμιᾷ καταφάσει ἐστί, πολλῷ μᾶλλον οὐδὲ ἀποφάσει. Τῇ δὲ πρὸς ἄλληλα τούτων συμπλοκῇ κατάφασις καὶ ἀπόφασις γίνεται· ἡ γὰρ κατάφασις τοὐλάχιστον ἐκ δύο λέξεων σύγκειται, ὡς τὸ «Πλάτων περιπατεῖ». Ἡ δὲ ἀπόφασις κατὰ προσθήκην τοῦ ἀρνητικοῦ μορίου γίνεται, τουτέστι «οὐ περιπατεῖ Πλάτων». Ἡ δὲ συμπλοκὴ ἢ κατὰ δύναμιν γίνεται ὡς τὸ «ζῶ»– δύναμιν γὰρ ἔχει δύο λέξεων· ὁ γὰρ λέγων «ζῶ» δηλοῖ τὸ «ζῶ ἐγώ,» καὶ ὁ λέγων «ζῇς» δηλοῖ τὸ «ζῇς σύ»– ἢ κατὰ φωνὴν ὡς τὸ «ἄνθρωπος περιπατεῖ». Τῶν δὲ ἁπλῶς καὶ ἄνευ συμπλοκῆς λεγομένων τὸ μὲν οὐσίαν σημαίνει οἷον ἄνθρωπος, ἵππος· τὸ δὲ ποσὸν οἷον δύο, τρία, δίπηχυ, τρίπηχυ· τὸ δὲ πρός τι ὡς πατήρ, υἱός· τὸ δὲ ποιὸν ὡς λευκόν, μέλαν· τὸ δὲ ποῦ ὡς ἐν ναῷ, ἐν ἀγορᾷ· τὸ δὲ ποτὲ ὡς πέρυσι, χθές, σήμερον· τὸ δὲ κεῖσθαι ὡς τὸ ἵστασθαι, καθῆσθαι· τὸ δὲ ἔχειν ὡς τὸ ὁπλίζεσθαι, ὑποδεδέσθαι· τὸ δὲ ποιεῖν ὡς τὸ καίειν, τέμνειν· τὸ δὲ πάσχειν ὡς τὸ καίεσθαι, τέμνεσθαι. Αὗται οὖν αἱ δέκα λέγονται κατηγορίαι ὡς ἐκ τοῦ ἀγορεύω τουτέστι τοῦ λέγω· λέξεις γάρ εἰσι κατηγορούμεναι ἁπλῶν πραγμάτων, καὶ ταῦτα δι' ἁπλῶν ἐννοιῶν δηλοῦσαι· αʹ οὐσία, βʹ ποσόν, γʹ πρός τι, δʹ ποιόν, εʹ ποῦ, ϛʹ ποτέ, ζʹ κεῖσθαι, ηʹ ἔχειν, θʹ ποιεῖν, ιʹ πάσχειν. Ἡ οὐσία διαιρεῖται εἰς σῶμα καὶ ἀσώματον, τὸ σῶμα εἰς ἔμψυχον καὶ ἄψυχον, τὸ ἔμψυχον οἱ μὲν εἰς αἰσθητικὸν καὶ ἀναίσθητον, οἱ δὲ εἰς ζῷον, ζωόφυτον καὶ φυτόν· καὶ γὰρ οὐδὲν ἕτερόν ἐστι τὸ ζῷον εἰ μὴ οὐσία ἔμψυχος αἰσθητική. Πάλιν τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον, τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον, τὸ θνητὸν εἰς ἄνθρωπον, ἵππον, κύνα καὶ τὰ τοιαῦτα. Ἔστι τοίνυν ἡ μὲν οὐσία γενικώτατον γένος διὰ τὸ μὴ ἔχειν πρὸ αὐτῆς ἄλλο γένος κατηγορούμενον αὐτῇ συνωνύμως· «συνωνύμως» δὲ εἴπομεν διὰ τὸ ὄν. Ἔστι μὲν γὰρ πρὸ αὐτῆς τὸ ὂν καὶ καθολικώτερον αὐτῆς ἐστι· τὸ γὰρ ὂν οὐ μόνον τὴν οὐσίαν σημαίνει ἀλλὰ καὶ τὸ συμβεβηκός. Καὶ διαιρεῖται τὸ ὂν εἰς οὐσίαν καὶ συμβεβηκός, ἐπειδήπερ πάντα ὑπὸ τὸ ὄν εἰσι· τὸ γὰρ μὴ ὂν οὐκ ἔστι τῶν πάντων οὐδέν. Ἀλλ' εἰ καὶ πρὸ τῆς οὐσίας ἐστὶ τὸ ὄν, ἀλλ' ὅμως οὐκ ἔστι γένος αὐτῆς· οὐ γὰρ συνωνύμως κατηγορεῖται τῇ οὐσίᾳ τὸ ὄν. Συνώνυμος δὲ κατηγορία ἐστίν, ὅταν τὸ ὑποκείμενον δέχεται καὶ τὸ ὄνομα καὶ τὸν ὅρον τοῦ κατηγορουμένου ἤγουν τοῦ ἐπάνω. Ἡ δὲ οὐσία τὸ μὲν ὄνομα τοῦ ὄντος δέχεται, τὸν δὲ ὁρισμὸν αὐτοῦ δέξασθαι οὐ δύναται. Ἔστιν οὖν ἡ μὲν οὐσία γενικώτατον γένος, ἄνθρωπος δὲ καὶ ἵππος καὶ τὰ τοιαῦτα εἰδικώτατα εἴδη διὰ τὸ μὴ τέμνεσθαι εἰς ἕτερα εἴδη· εἰ γὰρ καὶ τέμνεται ἄνθρωπος εἰς ἄρσεν καὶ θῆλυ, ἀλλ' οὔκ εἰσι ταῦτα εἴδη· ὁμοούσια γάρ εἰσιν. Εἶδος δὲ εἴδει ὁμοούσιον εἶναι ἀδύνατον. Τὰ δὲ μεταξὺ τοῦ εἰδικωτάτου εἴδους τουτέστι τοῦ ἀνθρώπου καὶ τοῦ γενικωτάτου γένους τουτέστι τῆς οὐσίας καὶ γένη λέγονται καὶ εἴδη ὑπάλληλα τῶν μὲν πρὸ αὐτῶν ἤγουν τῶν ἐπάνω εἴδη, τῶν δὲ μετὰ ταῦτα ἤγουν τῶν ὑποκάτω γένη, οἷον τὸ σῶμα εἶδος μέν ἐστι τῆς οὐσίας γένος δὲ τοῦ ἐμψύχου, τὸ ἔμψυχον εἶδος μὲν τοῦ σώματος γένος δὲ τοῦ ζῴου, τὸ ζῷον εἶδος μὲν τοῦ ἐμψύχου γένος δὲ τοῦ λογικοῦ, τὸ λογικὸν εἶδος τοῦ ζῴου γένος δὲ τοῦ θνητοῦ, τὸ θνητὸν εἶδος μὲν τοῦ λογικοῦ γένος δὲ τοῦ ἀνθρώπου. Ὁ δὲ ἄνθρωπος καὶ τοῦ θνητοῦ εἶδος λέγεται καὶ τῶν ὑπ' αὐτὸ ἀτόμων· πάλιν εἶδος λέγεται καὶ οὐκέτι γένος. Καὶ ἡ οὐσία γένος μόνον λέγεται, οὐκέτι δὲ καὶ εἶδος. Τούτου οὖν χάριν ἡ μὲν οὐσία γενικώτατον γένος λέγεται ὁ δὲ ἄνθρωπος εἰδικώτατον εἶδος. Καὶ πᾶν δὲ γένος μὴ ἔχον πρὸ αὐτοῦ ἕτερον γένος γενικώτατον λέγεται, καὶ πᾶν εἶδος μὴ ἔχον ὑπ' αὐτὸ ἕτερον εἶδος καὶ μὴ ὂν γένος εἰδικώτατόν ἐστιν. Πᾶν οὖν τὸ πρὸ τῶν ἀτόμων προσεχῶς ἤγουν ἐγγυτάτω εἶδός ἐστι μόνον οὐκέτι δὲ καὶ γένος.