Fragmenta philosophica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1
Περὶ ποσότητοσ Ποσότης ἐστὶ σωρεία μονάδων καὶ οὐ διαίρεσις ἀλλὰ μᾶλλον συνάφεια. Τοῦ δὲ ποσοῦ τὸ μὲν συνεχές, τὸ δὲ διωρισμένον. Διωρισμένον οὖν ἐστιν, οὗ τὰ μόρια πρός τινα κοινὸν ὅρον οὐ συνάπτουσιν ὡς δύο φοίνικες· συνεχὲς δέ ἐστιν, οὗ τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτουσιν οἷον ξύλον ἓν τρίπηχυ. Ὑπὸ μὲν οὖν τὸ διωρισμένον ποσὸν ἀνάγεται ἀριθμὸς καὶ λόγος· ἀριθμὸς μὲν οἷον δύο, τρία καὶ τὰ τοιαῦτα· τὰ γὰρ μέρη τῶν δύο, ἅτινά εἰσιν ἓν καὶ ἕν, οὐκ ἔχουσι κοινὸν ὅρον τὸν συνάπτοντα αὐτά. Καὶ λόγος δὲ μετρούμενος συλλαβαῖς ὑπὸ τὸ διωρισμένον ποσὸν ἀνάγεται· οὐ γὰρ ἔχουσιν αἱ συλλαβαὶ κοινὸν ὅρον τὸν συνάπτοντα αὐτάς. Ὑπὸ δὲ τὸ συνεχὲς ἀνάγονται γραμμὴ καὶ ἐπιφάνεια καὶ σῶμα καὶ τόπος καὶ χρόνος. Γραμμὴ δὲ καὶ ἐπιφάνεια καὶ σῶμα καὶ τόπος καὶ χρόνος ὑπὸ τὸ συνεχὲς ποσὸν ἀνάγονται· ἑκάστου γὰρ αὐτῶν τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτουσιν, γραμμῆς μὲν πρὸς στιγμήν, ἐπιφανείας δὲ πρὸς γραμμήν, σώματος δὲ πρὸς ἐπιφάνειαν. Στιγμὴ μὲν γάρ ἐστιν ἄποσον. Ἡ δὲ γραμμὴ ἔχει μίαν διάστασιν· ἔστι γὰρ μῆκος ἀπλατές. Ἡ δὲ ἐπιφάνεια ἔχει δύο διαστάσεις, μῆκός τε καὶ πλάτος. Τὸ δὲ σῶμα τρεῖς ἔχει διαστάσεις, μῆκός τε πλάτος καὶ βάθος. Ὁ δὲ τόπος πέρας ἐστὶ τοῦ περιέχοντος, καθὸ πέρας περιέχεται τὸ περιεχόμενον, οἷον ὁ ἀὴρ περιέχει τὸ σῶμα. Τὸ οὖν τέλος τοῦ ἀέρος τὸ περιέχον τὸ σῶμα λέγεται τόπος τοῦ σώματος, καὶ οὐχ ὅλος ὁ ἀήρ, ὥστε ὁ τόπος ἐπιφάνειά ἐστι τοῦ ἀέρος τοῦ περιέχοντος τὸ σῶμα καὶ οὕτως ὑπὸ τὸ συνεχὲς ποσὸν ἀνάγεται ὡς ἐπιφάνεια. Τὰ δὲ μόρια τοῦ τόπου συνάπτουσι πρὸς γραμμὴν ὡς ἐπιφανείας. Τὰ δὲ μόρια τοῦ χρόνου πρὸς τὸ νῦν συνάπτουσι· τὸ γὰρ νῦν ἄποσον ὂν πέρας μέν ἐστι τοῦ παρῳχημένου, ἀρχὴ δὲ τοῦ μέλλοντος. Ἰστέον δέ, ὅτι ἐπιφάνειά ἐστι τὸ ἔξω μέρος τοῦ σώματος, παρὰ τὸ φαίνεσθαι. Αὕτη οὖν ἢ ἴση ἐστὶ καὶ ὁμαλὴ καὶ λεία καὶ λέγεται ἐπίπεδος, ἢ καμπύλη καὶ ἄνισος καὶ ἀνώμαλος καὶ λέγεται ἁπλῶς ἐπιφάνεια. Ἰστέον δέ, ὅτι τὸ μὲν σῶμα καὶ ἡ ἐπιφάνεια καὶ ἡ γραμμὴ ὑφ' ἕν εἰσι καὶ ἅμα, ὁ δὲ χρόνος καὶ ὁ τόπος περὶ αὐτά. Μάλιστα ὁ τόπος ἐστὶ τοῦ ποσοῦ· τὸ μέν ἐστι θετόν, τὸ δὲ ἄθετον. Τὸ μὲν οὖν θετὸν δηλοῖ τὸ κεῖσθαί που καὶ τὸ ὑπομένειν ἄλληλα τὰ μόρια· ἔχει δὲ καί τινα συνέχειαν καὶ ἀλληλουχίαν πρὸς ἄλληλα. Ἄθετα δέ εἰσι τὰ μὴ τοιαῦτα ἀλλ' ἐναντίως ἔχοντα. Ἀνάγονται οὖν ὑπὸ μὲν τὸ θετὸν γραμμή, ἐπιφάνεια, σῶμα, τόπος· ἑκάστου γὰρ αὐτῶν τὰ μόρια μένουσι καὶ κεῖνταί που καὶ συνέχειαν ἔχουσι πρὸς ἄλληλα, τὰ μὲν μόρια τῆς γραμμῆς ἐν τῇ ἐπιφανείᾳ, τῆς δὲ ἐπιφανείας ἐν τῷ σώματι, τοῦ δὲ σώματος ἐν τῷ τόπῳ, τοῦ δὲ τόπου ἐν τῷ σώματι ὡς ἐπιφανείας. Ἄθετα δέ εἰσιν ἀριθμός, λόγος, χρόνος· ὁ μὲν ἀριθμὸς καὶ ὁ λόγος, διότι τὰ μόρια αὐτῶν οὐδὲ συνέχειαν ἔχουσιν οὐδὲ κεῖνταί που οὐδὲ ὑπομένουσι τὰ μόρια αὐτῶν. Τὰ δὲ τοῦ χρόνου μόρια, εἰ καὶ συνέχειαν ἔχουσιν, ἀλλ' οὐδὲ ὑπομένουσιν οὐδὲ κεῖνταί που. Ὁ δὲ ἀριθμὸς διττός ἐστιν, ὁ μὲν ἐν τῇ τῶν ἀριθμῶν, ὁ δὲ ἐν τοῖς ἀριθμητοῖς ὡς ξέστης· ὁ μὲν ὁ μετρῶν ὁ χαλκοῦς, ὁ δὲ ὁ μετρούμενος οἷον ἢ οἶνος ἢ ἕτερόν τι τοιοῦτον. Ὁ μὲν οὖν ἀριθμῶν οὐκ ἔστι θετός, ὁ δὲ ἀριθμούμενος θετός ἐστι. Καὶ πᾶν δὲ ποσὸν καὶ μέτρον ἐστὶ καὶ μετρητόν. Ἰστέον, ὡς ποσότης μέν ἐστιν αὐτὸ τὸ μέτρον καὶ ὁ ἀριθμὸς ὁ μετρῶν καὶ ὁ ἀριθμῶν. Ὁ δὲ λόγος καὶ χρόνος καὶ τόπος σῶμά τε καὶ ἐπιφάνεια καὶ γραμμὴ οὔκ εἰσι ποσότης ἀλλὰ ποσὰ ὡς ὑποκείμενα τῇ ποσότητι καὶ μετρούμενα καὶ ἀριθμούμενα, ὁμοίως καὶ ὁ ἀριθμὸς ὁ ἀριθμούμενος ἤγουν ὁ οἶνος καὶ τὰ τοιοῦτα. Καὶ τὰ μὲν ὑπόκεινται τῇ συνεχεῖ ποσότητι ὡς συνεχῶς ἀριθμούμενα, τὰ δὲ τῇ διωρισμένῃ ὡς διωρισμένως μετρούμενά τε καὶ ἀριθμούμενα· διὸ καὶ ποσὰ λέγονται καὶ οὐ ποσότης. Καὶ κυρίως μὲν ποσὰ ταῦτα τὰ ἑπτὰ λέγονται, κατὰ συμβεβηκὸς δὲ ποσὰ λέγομεν τὰ ἐν αὐτοῖς θεωρούμενα οἷον πρᾶξιν, κίνησιν, τὸ λευκὸν καὶ τὰ τοιαῦτα· οἷον, εἰ ἐν πολλῷ χρόνῳ γένηται ἡ πρᾶξις καὶ ἡ κίνησις, φαμὲν πολλὴν πρᾶξιν καὶ πολλὴν κίνησιν, εἰ δὲ ἐν ὀλίγῳ, ὀλίγην· ὁμοίως καί, εἰ ἐν πολλῷ σώματι λευκότης εἴη, φαμὲν πολὺ λευκόν, εἰ δὲ ἐν ὀλίγῳ, ὀλίγον. Ὁ δὲ Ἀριστοτέλης καὶ τὴν κίνησιν καθ' ἑαυτὴν ὑπὸ τὸ ποσὸν ἀνάγει. Ἀνάγεται δὲ ὑπὸ τὸ ποσὸν καὶ ἡ ῥοπὴ διὰ τὸ θεωρεῖσθαι ἐν αὐτῇ τὸ μάλιστα. Ἴδιον τοῦ ποσοῦ τὸ ἴσον καὶ ἄνισον· ἡ δὲ κουφότης καὶ ἡ βαρύτης ὑπὸ τὸ ποιόν.