Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Fragmenta philosophica
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Περὶ τῶν πρός τι Πρός τι τὰ τοιαῦτα λέγεται, ὅσα αὐτά, ἅπερ ἐστίν, ἑτέρων εἶναι λέγεται ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον ἤγουν ὅσα ἑτέρων εἶναι λέγεται ἢ πρὸς ἕτερον εἴτε πρὸς γενικὴν εἴτε πρὸς ἑτέραν πτῶσιν· τοῦτο γὰρ σημαίνει τὸ ὁπωσοῦν ἄλλως ἤγουν καθ' ὁποίαν πτῶσιν· τὰ γὰρ πρός τι οὐ μόνον πρὸς γενικήν, ἀλλ' ἔστιν ὅτε καὶ πρὸς τὴν αὐτὴν πτῶσιν, εἴτε γενικὴν εἴτε δοτικήν, λέγεται καὶ ἡ ἀπόδοσις καὶ ἡ ἀνταπόδοσις, οἷον τὸ διπλάσιον ἡμίσεος διπλάσιον καὶ τὸ ἥμισυ διπλασίου ἥμισυ πρὸς γενικήν, πρὸς δὲ δοτικὴν τὸ ὅμοιον ὁμοίῳ ὅμοιον, ἢ ἡ ἀπόδοσις μὲν πρὸς γενικὴν καὶ ἡ ἀνταπόδοσις πρὸς δοτικὴν, ἡ μὲν ἀπόδοσις οἷον ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη, καὶ ἀνταπόδοσις· τὸ ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν·– ἢ πρὸς εὐθεῖαν οἷον τὸ ὄρος μέγα πρὸς μικρὸν καὶ πολὺ πρὸς ὀλίγον· οὐδεὶς γὰρ λέγει «μικροῦ μέγα» ἢ «πολλοῦ ὀλίγον». Τῶν δὲ πρός τι τὰ μὲν τῷ αὐτῷ ὀνόματι ὀνομάζονται, ὡς ὁ φίλος φίλου φίλος καὶ τὸ ὅμοιον ὁμοίῳ ὅμοιον καὶ τὰ τοιαῦτα, τὰ δὲ ἑτέρως. Καὶ τούτων τὰ μὲν καθ' ὑπεροχὴν καὶ ἔλλειψιν, ὑφ' ἃ ἀναφέρονται τὰ τοῦ πολυπλασίου εἴδη ὡς τὸ μεῖζον ἐλάττονος μεῖζον,– τὰ δὲ κατὰ τὸ κρῖνον καὶ κρινόμενον ὡς ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη, ἕξις ἑκτοῦ ἕξις, αἴσθησις αἰσθητοῦ αἴσθησις, ὁμοίως καὶ διάθεσις καὶ θέσις καὶ ἀνάκλισις καὶ καθέδρα καὶ στάσις· τούτων γὰρ γένος ἡ θέσις. Ὑφ' ἣν δὲ κατηγορίαν τὸ γένος ἐστίν, ὑπὸ ταύτην καὶ τὰ τοῦ γένους εἴδη ἀνάγονται. Τὸ δὲ καθῆσθαι καὶ κεῖσθαι καὶ ἑστάναι ὡς παρώνυμα καὶ ἀπαρέμφατα οὐκ ἀνάγονται ὑπὸ τὰ πρός τι· οὐ γάρ εἰσι θέσις– τὰ δὲ κατὰ δύναμιν καὶ ἀδυναμίαν, δύναμιν μὲν ὡς τὸ θερμαῖνον καὶ θερμαινόμενον, ἀδυναμίαν δὲ τὸ κατὰ στέρησιν τῆς δυνάμεως, ἡνίκα λέγομεν ἀδυναμίαν ἔχειν τὴν ὄψιν ὁρᾶν τὴν ἄναστρον σφαῖραν– τὰ δὲ κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν ὡς πατὴρ υἱοῦ πατήρ– τὰ δὲ κατὰ τὴν πρὸς τὸ γένος ἀναφοράν, ὥς φαμεν τὴν γραμματικὴν ὑπὸ τὰ πρός τι οὐ καθὸ γραμματικὴ ἀλλὰ καθὸ ἐπιστήμη· ἡ γὰρ ἐπιστήμη γένος τῆς γραμματικῆς, ἡ δὲ ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη. Ὁμοίως καὶ ἡ ἀνάκλισις καὶ ἡ καθέδρα καὶ ἡ στάσις, τούτων γὰρ γένος ἡ θέσις, καὶ ἡ ἀρετὴ διὰ τὴν ἕξιν· ἡ γὰρ ἀρετὴ ἕξις ἐστίν.

Intertext edge

Open linked passage

Note