Fragmenta philosophica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1
Περὶ ποιοῦ καὶ ποιότητος Ποιότης ἐστί, καθ' ἣν ποιοί τινες ὀνομάζονται, ἢ ποιότης ἐστί, καθ' ἣν παρωνύμως τὰ μετέχοντα αὐτῆς λέγεται· ἐκ γὰρ τῆς φρονήσεως φρόνιμος λέγεται ὁ ἔχων τὴν φρόνησιν καὶ θερμὸς λέγεται ὁ μετέχων θερμότητος. Ἰστέον δέ, ὡς τὸ ποιὸν καθολικώτερόν ἐστι τῆς ποιότητος· τὸ μὲν γὰρ ποιὸν σημαίνει τήν τε ποιότητα καὶ τὸ μετέχον αὐτῆς, ἡ δὲ ποιότης οὐ σημαίνει τὸ μετέχον αὐτῆς. Ὁμοίως καὶ ἐπὶ τοῦ ποσοῦ καὶ τῆς ποσότητος. Ἡ δὲ ποιότης τῶν πολλαχῶς λεγομένων ἐστὶν οὐχ ὡς ὁμώνυμος ἀλλ' ὡς συνώνυμος. Τὸ μὲν γὰρ κύων ὄνομα ὁμωνύμως λεγόμενον οὐκ ἔστι κοινὸν γένος τοῦ χερσαίου καὶ θαλασσίου καὶ ἀστρῴου, ἡ δὲ ποιότης γένος οὖσα συνωνύμως κατηγορεῖται τῶν ὑπ' αὐτὴν εἰδῶν· τὰ γὰρ εἴδη αὐτῆς καὶ τὸ ὄνομα καὶ τὸν ὅρον αὐτῆς δέχεται. Τῶν δὲ ποιοτήτων αἱ μὲν τοῖς ἐμψύχοις ὑπάρχουσι σώμασιν ὡς ἐπιστῆμαι καὶ ἀρεταί, νόσοι καὶ ὑγίειαι, καὶ λέγονται ἕξεις καὶ διαθέσεις, αἱ δὲ τοῖς ἐμψύχοις καὶ ἀψύχοις ὡς θερμότης, ψύξις, μορφή, σχῆμα, δύναμις καὶ ἀδυναμία. Τούτων δὲ αἱ μέν εἰσι δυνάμει, αἱ δὲ ἐνεργείᾳ· καὶ εἰ μὲν δυνάμει, ποιοῦσι δύναμιν καὶ ἀδυναμίαν· εἰ δὲ ἐνεργείᾳ, ἢ διὰ βάθους κεχωρήκασιν ὥσπερ ἡ θερμότης δι' ὅλου τοῦ πυρὸς καὶ ἡ λευκότης δι' ὅλου τοῦ γάλακτος καὶ τῆς χιόνος καὶ ποιεῖ τὸ τρίτον εἶδος, πάθος καὶ παθητικὴν ποιότητα, ἢ ἐπιπολῆς καὶ ποιοῦσι τὸ τέταρτον εἶδος, σχῆμα καὶ μορφήν.