Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Fragmenta philosophica
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1
Περὶ διαφορᾶς ἑνώσεως Ἕνωσις γίνεται κατὰ διαφόρους τρόπους· ἢ γὰρ κατὰ φυρμὸν γίνεται ὡς ἐπὶ διαφόρων ἀλεύρων ἀναφυρομένων καὶ μιγνυμένων,– ἢ κατὰ κόλλησιν ὡς ἐπὶ χαλκοῦ καὶ μολύβδου,– ἢ κατὰ ἁρμονίαν ὡς ἐπὶ λίθων ἢ ξύλων,– ἢ κατὰ σύγχυσιν ὡς ἐπὶ τῶν τηκτῶν καὶ τῶν μεταλλικῶν, ὡς ἐπὶ κηροῦ καὶ πίσσης καὶ ὡς ἐπὶ χρυσοῦ καὶ ἀργύρου,– ἢ κατὰ ἀνάκρασιν ὡς ἐπὶ τῶν ὑγρῶν, οἴνου τυχὸν καὶ ὕδατος ἢ οἴνου καὶ μέλιτος.– Ἡ γὰρ κατὰ σύνθεσιν ἕνωσίς ἐστιν ἡ εἰς ἄλληλα τῶν μερῶν χωρὶς ἀφανισμοῦ περιχώρησις, ὡς ἐπὶ ψυχῆς ἔχει καὶ σώματος, ἥντινα ἕνωσίν τινες σύγκρασιν ἐκάλεσαν ἢ συμφυΐαν· τὰ γὰρ συνόντα τοιαύτην ἔχει φύσιν, ὡς καὶ ἑνοῦσθαι τοῖς δυναμένοις αὐτὰ δέξασθαι ὡς τὰ συνεφθαρμένα καὶ ἑνούμενα μένειν ἀσύγχυτα καὶ ἀδιάφθορα καὶ ἀναλλοίωτα ὡς τὰ παρακείμενα. Οὐκ ἔστιν οὖν ἡ ψυχὴ ἐν σώματι, ἀλλὰ τὸ σῶμα ἐν τῇ ψυχῇ. Ἰστέον δέ, ὥς τινες τῶν πατέρων τὸ τῆς κράσεως ὄνομα ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου οὐκ ἐδέξαντο, τὴν δὲ κατὰ σύνθεσιν ἕνωσιν ἅπαντες. Ἔστιν ἕνωσις καὶ ἡ κατὰ παράθεσιν· ἔοικε δὲ τῇ κατὰ ἁρμονίαν. Πάλιν ἕνωσις λέγεται προσωπική, ὅταν τις τὸ ἑτέρου ὑποδυόμενος πρόσωπον ἀντ' αὐτοῦ τοὺς ὑπὲρ αὐτοῦ ποιῆται λόγους, καὶ ἕνωσις σχετικὴ ὡς φίλου πρὸς φίλον. Ὁ δὲ Νεστόριος καὶ ἄλλας ἐπινοεῖ ἑνώσεις κατὰ τὴν ἀξίαν φημὶ καὶ ταυτοβουλίαν καὶ ὁμοτιμίαν καὶ εὐδοκίαν καὶ ὁμωνυμίαν.

Intertext edge

Open linked passage

Note