Fragmenta philosophica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
Ὁρισμοὶ τῆς φιλοσοφίας εἰσὶν ἕξ. Φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων, ᾗ ὄντα ἐστίν, ἤγουν τῆς φύσεως αὐτῶν, καὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων καὶ μελέτη θανάτου, θανάτου δὲ τοῦ προαιρετικοῦ ὥς φασιν, ἐγὼ δὲ λέγω καὶ τοῦ φυσικοῦ,– ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ. Ὁμοιούμεθα δὲ θεῷ κατὰ τὸ δίκαιον καὶ ὅσιον· δίκαιον μὲν οὖν ἐστι τὸ τοῦ ἴσου διανεμητικὸν ἤγουν μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, ὅσιον δὲ τὸ ὑπὲρ τὸ δίκαιον ἤγουν τὸ ἀγαθόν, τουτέστι τοῦ ἀδικεῖσθαι μᾶλλον ἤπερ ἀδικεῖν.– τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν· ἡ γὰρ φιλοσοφία ἀρχή ἐστι πάσης τέχνης.– φιλία σοφίας· σοφία δὲ ἀληθὴς ὁ θεός· ἡ οὖν ἀγάπη ἡ πρὸς τὸν θεόν, αὕτη ἐστὶν ἡ ἀληθὴς φιλοσοφία. Διαιρεῖται δὲ ἡ φιλοσοφία εἰς θεωρητικὸν καὶ πρακτικόν· τὸ θεωρητικὸν εἰς θεολογικόν, μαθηματικόν, φυσιολογικόν· τὸ μαθηματικὸν εἰς ἀριθμητικόν, μουσικόν, γεωμετρικόν, ἀστρονομικόν· τὸ δὲ πρακτικὸν εἰς ἠθικόν, οἰκονομικόν, πολιτικόν. Θεωρητικὸν μὲν οὖν ἐστι τὸ κατανοεῖν τά τε ἀσώματα καὶ ἄυλα ἤγουν περὶ θεοῦ, ὃ πρώτως καὶ κυρίως ἐστὶν ἄυλον· ἔπειτα καὶ περὶ ἀγγέλων καὶ δαιμόνων καὶ ψυχῶν, ἃ καὶ αὐτὰ ὅσον πρὸς τὸ σῶμα ἄυλα λέγονται, εἰ καὶ πρὸς τὸ κυρίως ἄυλον ἤγουν τὸ θεῖον ὑλικά εἰσιν, ὅπερ ἐστὶν τὸ θεολογικόν. Θεωρεῖν δὲ καὶ τὴν τῶν ὑλικῶν φύσιν ἤγουν ζῴων καὶ φυτῶν καὶ λίθων καὶ τῶν τοιούτων, ὅπερ ἐστὶ τὸ φυσιολογικόν. Θεωρεῖν δὲ καὶ τὰ μέσα τούτων, ἅτινα ποτὲ μὲν ἐν ὕλῃ θεωροῦνται, ποτὲ δὲ ἐκτὸς ὕλης καὶ μέσα εἰσὶ τῶν ἀύλων καὶ ὑλικῶν, ὅπερ ἐστὶ τὸ μαθηματικόν. Ὁ γὰρ ἀριθμὸς καθ' ἑαυτὸν μὲν ἄυλός ἐστι, θεωρεῖται δὲ καὶ ἐν τῇ ὕλῃ ἤγουν ἐν σίτῳ· λέγομεν γὰρ «δέκα μόδιοι σίτου»· ὁμοίως καὶ τὰ λοιπά. Τὸ δὲ πρακτικὸν ἦθος κοσμεῖ καὶ τὸ πῶς δεῖ πολιτεύεσθαι διδάσκει· καὶ εἰ μὲν ἕνα ἄνθρωπον παιδεύει, λέγεται ἠθικόν, εἰ δὲ οἶκον ὅλον, λέγεται οἰκονομικόν, εἰ δὲ καὶ πόλιν ὁλόκληρον, λέγεται πολιτικόν.