Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Fragmenta philosophica
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1
Δόγμα ἐστὶν εὐσεβείας ἀληθοῦς ζήτησις, ἀπλανὴς καὶ ἀψευδὴς διάγνωσις ἢ ἐν λόγοις ἀπαλλαγὴ πλάνης. Δόγμα καθολικόν ἐστι γνώμη ἀβιάστως πᾶσι προτιθεμένη καὶ ἀντίῤῥησις ἑτέρου καὶ ἀνατροπὴ τοῦ χείρονος. Ὅρος ἐστὶ λόγος σύντομος δηλωτικὸς πάσης τῆς ὑποκειμένης οὐσίας τοῦ πράγματος. Ὅρος ἐστὶ λόγος, οὗ ἐπέκεινα ἑαυτοῦ προελθεῖν τὸ πρᾶγμα, οὗ ἐστι μὴ συγχωρῶν διὰ τὸ ἐν αὐτῷ καὶ μόνῳ γνωρίζεσθαι. Ὁρισμός ἐστι δήλωσις πράγματος διὰ λόγου, οὗ χωρὶς οὐδὲ τί ἐστιν οὐδ' ὅτι ἐστὶ γνωρίζεται. Ὅρος ἐστὶ λόγος σύντομος δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος. Ὅρος ἐστί, μέχρις οὗ ἔρχεται τὸ τυχὸν κἀκεῖ περαιοῦται.– Ὑπογραφή ἐστι λόγος σύντομος δηλωτικὸς συμβεβηκότων ἤγουν ὁ ἐκ τῶν συμβεβηκότων τε καὶ ἰδίων δηλῶν τὸ ὑποκείμενον.– Διαφέρει δὲ ὁ ὁρισμὸς ὅρου, ὅτι ὁ ὁρισμὸς μερικώτερός ἐστιν, ὁ δὲ ὅρος καθολικώτερος· σημαίνει γὰρ ὁ ὅρος καὶ τὸν ὁρισμὸν καὶ τὸ ὁροθέσιον καὶ τὸ οὗ ἐστι πέρας. Ὅρος λέγεται καί, εἰς ὃν ἀναλύεται ἡ πρότασις· ὁ δὲ ὁρισμὸς τὸν σύντομον λόγον δηλοῖ μόνον τὸν δηλωτικὸν τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος. Ἡ δὲ ὑπογραφὴ διαφέρει τοῦ ὁρισμοῦ, ὅτι ὁ μὲν ὁρισμὸς ἐξ οὐσιωδῶν λαμβάνεται, ἡ δὲ ὑπογραφὴ ἐξ ἐπουσιωδῶν ἤγουν συμβεβηκότων, ὁ δὲ ὑπογραφικὸς ὁρισμὸς ἐξ οὐσιωδῶν τε καὶ ἐπουσιωδῶν. Ὑγίεια δὲ ὅρου τὸ ἀντιστρέφειν, κακία δὲ τὸ μὴ ἀντιστρέφειν. Ὁριστόν ἐστι τὸ ὑποκείμενον τῷ ὅρῳ ἤγουν τὸ ὁριζόμενον, ἀόριστόν ἐστι μόνον τὸ ἄκτιστον (πᾶν γὰρ κτίσμα ὑπὸ τοῦ κτίστου ὁρίζεται), δυσόριστον τὸ ἐν μετασχηματισμῷ καὶ οὐ κατ' οὐσίαν, ὅ ἐστιν, ἐπιφαινόμενον, ὡς ἐπὶ τῶν ἀγγέλων καὶ τῶν δαιμόνων καὶ τῆς ψυχῆς. Ὅρος τῶν ὅρων ἐστὶν ὁ πάντα μὲν ὁρίζων, αὐτὸς δὲ ὑπ' οὐδενὸς ὁριζόμενος. Ἕνωσίς ἐστι διαφόρων πραγμάτων συνδρομή. Περὶ διαφορᾶς λόγου. Λόγος ἐστὶν ὁ οὐσιωδῶς τῷ πατρὶ ἀεὶ συμπαρών. Λόγος ἐστὶν ἐνδιάθετος ὁ ἐν καρδίᾳ λαλούμενος. Λόγος ἐστὶν ἄγγελος νοήματος καὶ ἀνυπόστατος. Ὁ μὲν οὖν ἀκούει οὐσιώδης καὶ ἐνυπόστατος, ὁ δὲ ἐνδιάθετος, ὁ δὲ προφορικός. Μονογενής ἐστιν, οὗ οὐδὲ πρὸ οὐδὲ μετὰ ἄλλος γεγέννηται. Σύνθεσίς ἐστι δι' ὅλου τῶν μερῶν εἰς ἄλληλα περιχώρησις. Σύνθεσίς ἐστι τὸ ἐξ ἄλλου καὶ ἄλλου εἰς ἓν ποιῆσαι ἢ διαιρετῶς ἢ συγκεχυμένως ἢ οὕτως καὶ οὕτως. Σύνθεσίς ἐστι τὸ ἐκ διαφόρων συνεστὸς καὶ τὴν ἑκάστου ἰδιότητα μὴ γνωρίζον. Διαίρεσίς ἐστι τὸ ἰδίᾳ καὶ ἀνὰ μέρος καὶ μηδαμῶς πρὸς ἕτερον γεγονός. Διαίρεσίς ἐστιν ἡ τὸ μονοειδὲς εἰς πολυειδὲς ἀπεσχοινισμένως ποιήσασα. Διαίρεσίς ἐστιν ἡ πρώτη τομὴ τοῦ πράγματος, ὑποδιαίρεσις δὲ ἡ τοῦ ἑνὸς τῶν τμηθέντων σκελῶν τομή, ἐπιδιαίρεσις δὲ ἡ δευτέρα τομὴ τοῦ αὐτοῦ πράγματος· οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον– ἰδοὺ διαίρεσις–, τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον– ἰδοὺ ὑποδιαίρεσις–, πάλιν τὸ ζῷον διαιρεῖται εἰς κρεωφάγον καὶ ποηφάγον– ἰδοὺ ἐπιδιαίρεσις. Διαιρετόν ἐστι τὸ διαιρούμενον, ἀδιαίρετόν ἐστι τὸ μὴ διαιρούμενον.

Intertext edge

Open linked passage

Note