Institutio elementaris
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
0.1
Ἐν ὀνόματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, τῆς μιᾶς τρισυποστάτου καὶ προσκυνητῆς θεότητος, τῆς ὁμοουσίου καὶ ζωαρχικῆς τριάδος, τοῦ ἑνὸς θεοῦ, παρ' οὗ πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθεν εἰς ἡμᾶς κάτεισιν, ἀνοίγω τὰ μογγίλαλα καὶ βραδύγλωσσα χείλη ὁ ἁμαρτωλὸς καὶ τάλας ἐγώ, πεποιθὼς ἐπ' αὐτῷ, ὡς διὰ τὴν τῶν αἰτησάντων τὸν λόγον ταπείνωσιν καὶ τῶν ἀκουόντων ὠφέλειαν δώσει πνεῦμα σοφίας καὶ λόγον ἐν ἀνοίξει στόματός μου ὁ τῆς χάριτος κύριος καὶ πάντων τῶν ἀγαθῶν ταμιείας ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.