Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Institutio elementaris
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1
Περὶ θελήματος. Θέλησίς ἐστι φυσικὴ λογικὴ ὄρεξις. Καὶ πάλιν θέλησίς ἐστι φυσικὴ λογικὴ καὶ αὐτεξούσιος ὀρεκτικὴ τοῦ νοῦ κίνησις. Τὰ μὲν γὰρ ἄλογα οὐκ αὐτεξουσίως κινεῖται πρὸς ὄρεξιν· φυσικῶς γὰρ κινουμένης ἐν αὐτοῖς τῆς ὀρέξεως μὴ ἔχοντα ἐπιστατοῦντα τὸν λόγον ἄγονται ὑπὸ τῆς φύσεως, τῇ ταύτης ὀρέξει ἡττώμενα. Ὅθεν εὐθέως ὁρμᾷ πρὸς τὴν πρᾶξιν, εἰ μὴ ὑφ' ἑτέρου κωλυθῇ. Διὸ οὐκ αὐτεξούσιά εἰσιν, ἀλλ' ὑπεξούσια. Ἡ δὲ λογικὴ φύσις ἐξουσίαν ἔχει ὑποκύψαι τῇ φυσικῇ ὀρέξει καὶ μὴ ὑποκύψαι ἀλλὰ νικῆσαι, καὶ δηλοῖ ἡ φύσις ζωῆς ἔφεσις φυσικὴ οὖσα καὶ ὑποκύπτουσα τῷ λόγῳ· πολλοὶ γὰρ ταύτην τῷ ἡγεμόνι λόγῳ νικήσαντες ἑκουσίως ἐχώρησαν πρὸς τὸν θάνατον καὶ τροφῆς ὄρεξιν ἀνεβάλοντο καὶ ὕπνου καὶ τῶν λοιπῶν, ἄγοντες τὴν φύσιν τῷ αὐτεξουσίῳ λόγῳ, οὐχ ὑπὸ ταύτης ἀγόμενοι. Ὥσπερ οὖν ἡ φυσικὴ ὄρεξις πάσῃ αἰσθητικῇ φύσει ἔγκειται, οὕτως ἡ αὐτεξουσιότης πάσῃ λογικῇ φύσει ἔγκειται· πᾶν γὰρ λογικὸν αὐτεξούσιον, καὶ τοῦτό ἐστι τὸ κατ' εἰκόνα θεοῦ. Θέλησις οὖν ἐστι φυσικὴ ἢ λογικὴ καὶ αὐτεξούσιος ὀρεκτικὴ δύναμίς τε καὶ κίνησις. Τὰ δὲ τῇ θελήσει ὑποκείμενα, ὧν ἐφίεται ἡ θέλησις, λέγονται θελήματα γνωμικά· οἰκείᾳ γὰρ γνώμῃ ὁρμᾷ πρὸς τὴν τούτων χρῆσιν ὁ νοῦς αὐτεξούσιος ὤν. Ταῦτα δέ εἰσιν οἷον φαγεῖν– μὴ φαγεῖν, πιεῖν– μὴ πιεῖν, ὁδεῦσαι– μὴ ὁδεῦσαι, γῆμαι– μὴ γῆμαι καὶ τὰ τοιαῦτα, ἅτινα ἐφ' ἡμῖν εἰσιν, ἅτινα καὶ αὐτὰ δυνάμεθα καὶ τὰ ἀντικείμενα αὐτοῖς.

Intertext edge

Open linked passage

Note