Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Institutio elementaris
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Περὶ οὐσίας καὶ φύσεως καὶ μορφῆς. Οὐσία καὶ φύσις καὶ μορφὴ κατὰ τοὺς ἁγίους πατέρας ταὐτόν ἐστιν. Καὶ πάλιν ὑπόστασις καὶ πρόσωπον καὶ ἄτομον ταὐτόν ἐστιν. Καὶ διαφορὰ καὶ ποιότης καὶ ἰδίωμα ταὐτόν ἐστιν. Περὶ τούτων οὖν καὶ τῶν τοιούτων σκοπὸς ἡμῖν ἐστιν εἰπεῖν, περὶ ὧν καὶ ἡ ὑμετέρα συγκαταβατικῶς ἠρώτησεν ὁσιότης. Ἀρχόμενοι τοίνυν λέγομεν οὕτως περὶ οὐσίας καὶ φύσεως καὶ μορφῆς. Ἔστι μὲν ὑπερούσιος οὐσία καὶ φύσις καὶ μορφὴ ἡ ἀκατάληπτος θεότης, ὑποστάσεις δὲ αὐτῆς καὶ πρόσωπα πατήρ, υἱὸς καὶ τὸ πανάγιον πνεῦμα· ἕκαστον γὰρ αὐτῶν τελεία ὑπόστασις καὶ τέλειόν ἐστι πρόσωπον. Ἔτι δὲ καὶ πᾶν κτίσμα θεοῦ οὐσία ἐστί. Πολλὰ δέ εἰσι τὰ κτίσματα καὶ πολλὴν ἔχουσι πρὸς ἄλληλα τὴν διαφοράν· ἄλλο γὰρ κτίσμα ὁ ἄγγελος καὶ ἄλλο ὁ ἄνθρωπος, καὶ ἕτερον βοῦς καὶ ἄλλο κύων, ἕτερον οὐρανὸς καὶ ἄλλο γῆ, καὶ ἕτερον πῦρ καὶ ἄλλο ἀὴρ καὶ ἕτερον ὕδωρ· καὶ ἁπλῶς εἰπεῖν πολλὰ εἴδη εἰσὶν ἐν τοῖς κτίσμασιν. Ἕκαστον οὖν εἶδος μία φύσις ἐστίν, οἷον πάντες οἱ ἄνθρωποι μία φύσις εἰσί, καὶ πάντες οἱ ἄγγελοι μία φύσις εἰσί, καὶ πάντες οἱ βόες μία φύσις εἰσίν· ὁμοίως καὶ τὰ λοιπὰ κτίσματα. Καὶ ἄλλη φύσις ἡ τῶν ἀγγέλων καὶ ἑτέρα ἡ τῶν ἀνθρώπων καὶ ἑτέρα ἡ τῶν βοῶν· ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν.

Intertext edge

Open linked passage

Note