Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Institutio elementaris
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1
Περὶ διαφορᾶς καὶ ποιότητος καὶ ἰδιώματος. Εἴπομεν, ὅτι πολλά εἰσιν εἴδη καὶ διάφοροι οὐσίαι, ὁμοίως δὲ καὶ καθ' ἑκάστην οὐσίαν καὶ εἶδος διάφοροι ὑποστάσεις. Διαφέρουσιν οὖν καὶ ἑκάστη οὐσία τῆς ἑτέρας οὐσίας καὶ ἑκάστη ὑπόστασις τῆς ἑτέρας ὑποστάσεως. Ἐκεῖνο τοίνυν τὸ πρᾶγμα, ἐν ᾧ διαφέρει οὐσία οὐσίας καὶ εἶδος εἴδους ἢ ὑπόστασις ὑποστάσεως, λέγεται διαφορὰ καὶ ποιότης καὶ ἰδίωμα, οἷον διαφέρει ὁ ἄνθρωπος τοῦ ἀγγέλου, ὅτι ὁ μὲν ἄγγελος ἀθάνατός ἐστιν, ὁ δὲ ἄνθρωπος θνητός· τὸ ἀθάνατον καὶ θνητὸν διαφορὰ καὶ ποιότης καὶ ἰδίωμά ἐστιν. Πάλιν διαφέρει ὁ Ἀδὰμ τοῦ Σήθ, ὅτι ὁ μὲν Ἀδὰμ πατήρ ἐστι τοῦ Σήθ, ὁ δὲ Σὴθ υἱὸς τοῦ Ἀδάμ. Ἡ πατρότης οὖν καὶ ἡ υἱότης διαφοραί εἰσιν· ἐν τούτοις γὰρ διαφέρουσιν ἀλλήλων ὁ Ἀδὰμ καὶ ὁ Σήθ. Καὶ πάντα τὰ τοιαῦτα διαφοραὶ λέγονται καὶ ποιότητες καὶ ἰδιώματα, οἷον τὸ λογικὸν καὶ τὸ ἄλογον, τὸ θνητὸν καὶ τὸ ἀθάνατον, τὸ δίπουν, τὸ τετράπουν, τὸ αἰσθητικὸν καὶ τὸ ἀναίσθητον, τὸ σιμὸν καὶ τὸ γρυπόν, τὸ λευκὸν καὶ τὸ μέλαν, τὸ μακρὸν καὶ τὸ κολοβὸν καὶ πάντα τὰ τοιαῦτα.

Intertext edge

Open linked passage

Note