Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Institutio elementaris
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Περὶ οὐσιώδους καὶ ἐπουσιώδους διαφορᾶς ἤγουν φυσικῆς διαφορᾶς καὶ συμβεβηκότος. Πᾶν πρᾶγμα, ᾧτινι διαφέρει εἶδος ἑτέρου εἴδους καὶ οὐσία ἑτέρας οὐσίας, οὐσιώδης καὶ φυσικὴ καὶ συστατικὴ λέγεται διαφορὰ καὶ ποιότης καὶ φυσικὸν ἰδίωμα καὶ ἰδίωμα φύσεως. Οἷον διαφέρουσιν ὁ ἄγγελος καὶ ὁ ἄνθρωπος ἀλλήλων κατὰ τὸ ἀθάνατον καὶ θνητόν· τὸ ἀθάνατον οὐσιώδης καὶ φυσικὴ καὶ συστατικὴ διαφορὰ τοῦ ἀγγέλου ἐστὶ καὶ ἰδίωμα φυσικόν. Ὁμοίως καὶ τὸ θνητὸν τοῦ ἀνθρώπου. Διαφέρουσι πάλιν ὁ ἄνθρωπος καὶ ὁ βοῦς ἀλλήλων, ὅτι ὁ μὲν ἄνθρωπος λογικός ἐστιν, ὁ δὲ βοῦς ἄλογος. Ἰδοὺ τὸ λογικὸν οὐσιώδης διαφορὰ καὶ συστατικὴ τοῦ ἀνθρώπου ἐστί, τὸ δὲ ἄλογον τοῦ βοός. Ὁμοίως καὶ ἐπὶ τῶν λοιπῶν εἰδῶν καὶ οὐσιῶν καὶ φύσεων καὶ μορφῶν. Πᾶν δὲ πρᾶγμα, ἐν ᾧ διαφέρει ὑπόστασις τῆς ὁμοειδοῦς καὶ ὁμοουσίου ὑποστάσεως, λέγεται ἐπουσιώδης διαφορὰ καὶ ποιότης καὶ ὑποστατικὸν ἰδίωμα καὶ χαρακτηριστικὸν ἰδίωμα, τοῦτό ἐστι τὸ συμβεβηκός· οἷον διαφέρει ἄνθρωπος ἑτέρου ἀνθρώπου, ὅτι ὁ μέν ἐστι μακρὸς ὁ δὲ κολοβός, ὁ μὲν λευκὸς ὁ δὲ μέλας· ὁ μὲν ὑγιαίνει ὁ δὲ νοσεῖ, ὁ μέν ἐστι πατὴρ ὁ δὲ υἱός. Ταῦτα καὶ τὰ τοιαῦτα πάντα ἐπουσιώδεις εἰσὶ διαφοραὶ καὶ ποιότητες καὶ ὑποστατικὰ καὶ χαρακτηριστικὰ ἰδιώματα καὶ συμβεβηκότα. Καὶ ἁπλῶς εἰπεῖν, ὅσα ἐν πάσαις ταῖς ὑπὸ τὸ αὐτὸ εἶδος ὑποστάσεσιν ὁμοίως θεωροῦνται καὶ ὧν ἄνευ ἀδύνατον συστῆναι τὴν οὐσίαν καὶ τὸ εἶδος, οὐσιώδης λέγεται διαφορά· Ὅσα δὲ ἔν τισι τῶν ὁμοειδῶν ὑποστάσεων εἰσίν, ἔν τισι δὲ οὔκ εἰσι, συμβεβηκότα καὶ ἐπουσιώδη εἰσί.

Intertext edge

Open linked passage

Note